Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 6.1
Not analysed yet
Οὐ γὰρ ἔστιν, οὐκ ἔστι χάριτος ἀπολαῦσαι μὴ νήφοντα. Ἢ οὐχ ὁρᾷς, τί φησι καὶ Ἠλίας πρὸς τὸν μαθητήν; Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτω· τουτέστι, Γενήσεταί σοι τοῦτο, ὃ αἰτεῖς. Καὶ ὁ Χριστὸς δὲ πανταχοῦ τοῖς προσιοῦσιν ἔλεγε· Πιστεύεις; Ἐὰν γὰρ μὴ οἰκειωθῶμεν πρὸς τὸ διδόμενον, οὐδὲ τῆς εὐεργεσίας σφόδρα αἰσθανόμεθα. Οὕτω καὶ ἐπὶ Παύλου· οὐκ εὐθέως ἡ χάρις ἦλθεν, ἀλλὰ τρεῖς ἡμέραι ἐγένοντο μεταξὺ, ἐν αἷς ἦν τυφλὸς, ὑπὸ τοῦ φόβου σμηχόμενος καὶ προπαρασκευαζόμενος. Καθάπερ γὰρ οἱ τὴν ἁλουργίδα βάπτοντες, πρότερον ἑτέροις τισὶ τὸ δεχόμενον τὴν βαφὴν προπαρασκευάζουσιν, ἵνα μὴ ἐξίτηλον γένηται τὸ ἄνθος· οὕτω δὴ καὶ ἐνταῦθα πρότερον μεμεριμνημένην κατασκευάζει τὴν ψυχὴν ὁ Θεὸς, καὶ τότε τὴν χάριν ἐκχεῖ. Διὰ τοῦτο καὶ οὐδὲ εὐθέως τὸ Πνεῦμα ἔπεμψεν, ἀλλ' ἐν τῇ πεντηκοστῇ. Εἰ δὲ λέγοι τις, Τίνος ἕνεκεν καὶ ἡμεῖς οὐκ ἐν τῷ καιρῷ τούτῳ βαπτίζομεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι ἡ μὲν χάρις ἡ αὐτὴ καὶ τότε καὶ νῦν· ἡ δὲ διάνοια ὑψηλοτέρα γίνεται νῦν, νηστείᾳ προπαρασκευαζομένη. Καὶ ὁ τῆς πεντηκοστῆς δὲ καιρὸς ἔχει τινὰ λόγον οὐκ ἀπεικότα. Ποῖον δὴ τοῦτον; Ἀρκοῦντα ἐνόμισαν οἱ Πατέρες εἶναι χαλινὸν ἐπιθυμίας πονηρᾶς καὶ μεγάλην διδασκαλίαν τὸ βάπτισμα, εἰς τὸ καὶ ἐν καιρῷ τρυφῆς σωφρονεῖν. Καθάπερ οὖν αὐτῷ συναλιζόμενοι τῷ Χριστῷ, καὶ τραπέζης κοινωνοῦντες, μηδὲν ἁπλῶς πράττωμεν, ἀλλ' ἐν νηστείαις καὶ εὐχαῖς, καὶ σωφροσύνῃ πολλῇ διάγωμεν. Εἰ γὰρ ἐπὶ ἀρχὴν μέλλων ἰέναι τις βιωτικὴν, παρασκευάζει ἑαυτῷ ἅπαντα τὸν βίον, καὶ ἵνα τύχῃ τινὸς ἀξιώματος, καὶ χρήματα ἀναλίσκει, καὶ χρόνον δαπανᾷ, καὶ μυρίους ὑπομένει πόνους· τίνος ἂν εἴημεν ἡμεῖς ἄξιοι μετὰ τοσαύτης ῥᾳθυμίας τῇ βασιλείᾳ τῶν οὐρανῶν προσιόντες, καὶ οὔτε πρὶν ἢ λαβεῖν σπουδάζοντες καὶ μετὰ τὸ λαβεῖν ῥᾳθυμοῦντες; Διὰ γὰρ τοῦτο μετὰ τὸ λαβεῖν ῥᾳθυμοῦμεν, ἐπειδὴ πρὶν ἢ λαβεῖν οὐκ ἐγρηγόραμεν. Διὰ τοῦτο πολλοὶ μετὰ τὸ λαβεῖν εὐθέως ἐπὶ τὸν πρότερον ἐπανῆλθον ἔμετον, καὶ χείρους ἐγένοντο, καὶ χαλεπωτέραν ἐπεσπάσαντο κόλασιν, τῶν μὲν προτέρων ἀπαλλαγέντες ἁμαρτημάτων, ταύτῃ δὲ μειζόνως τὸν κριτὴν παροξύναντες, ὅτι τοσαύτης ἀπαλλαγέντες ἀῤῥωστίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλ' ἔπαθον ὅπερ ἠπείλησε τῷ παραλυτικῷ ὁ Χριστὸς, λέγων· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· καὶ ὃ περὶ τῶν Ἰουδαίων δὲ προὔλεγε, δεικνὺς ὅτι τὰ ἀνήκεστα πείσονται ἀγνωμονοῦντες· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, φησὶν, ἁμαρτίαν οὐκ εἶχον. Ὥστε διπλᾶ καὶ τετραπλᾶ τὰ μετὰ ταῦτα ἁμαρτήματα γίνεται. Πῶς; Ὅτι μετὰ τὴν τιμὴν ἀγνώμονες γινόμεθα καὶ πονηροί. Καὶ διὰ τοῦτο οὐδὲν ἡμῖν βοηθεῖ λοιπὸν τὸ λουτρὸν εἰς τὸ πραοτέρας τυχεῖν τιμωρίας. Σκόπει δέ· ἔσχε τις ἁμαρτήματα χαλεπὰ, ἢ φονεύσας, ἢ μοιχεύσας, ἢ ἕτερόν τι χαλεπώτερον ἐργασάμενος, ἀφέθη διὰ τοῦ λουτροῦ ταῦτα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, καὶ ἀσέβημα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ δωρεᾷ· θεία γάρ ἐστιν ἡ χάρις. Πάλιν ἐμοίχευσέ τις καὶ ἐφόνευσεν· ἡ μὲν προτέρα μοιχεία λέλυται, καὶ ὁ φόνος ἐκεῖνος συγκεχώρηται, καὶ οὐκ ἀνακαλεῖται (Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ)· ὑπὲρ δὲ τῶν μετὰ τὸ βάπτισμα τοσαύτην διδόαμεν δίκην, ὅσην ἂν εἰ καὶ ἐκεῖνα ἀνεκλήθη, καὶ πολλῷ χείρονα. Οὐκέτι γὰρ ἁπλοῦν ἐστι τὸ ἁμάρτημα, ἀλλὰ διπλοῦν, καὶ τριπλοῦν. Ὅτι δὲ μείζων τούτων τῶν ἁμαρτημάτων ἡ δίκη, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Τάχα πολλοὺς ἀπετρέψαμεν νῦν λαβεῖν τὸ βάπτισμα. Ἀλλ' οὐ διὰ τοῦτο ταῦτα εἰρήκαμεν, ἀλλ' ἵνα λαβόντες μείνωσιν ἐν σωφροσύνῃ καὶ ἐπιεικείᾳ πολλῇ. Ἀλλὰ δέδοικα, φησίν. Εἰ ἐδεδοίκεις, ἔλαβες ἂν καὶ ἐφύλαξας. Ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο οὐ λαμβάνω, φησὶ, διὰ τὸ φοβεῖσθαι. Τὸ δὲ οὕτως ἀπελθεῖν οὐ δέδοικας; Φιλάνθρωπός ἐστι, φησὶν, ὁ Θεός. Οὐκοῦν λάβε τὸ βάπτισμα· φιλάνθρωπος γάρ ἐστι καὶ βοηθεῖ. Σὺ δὲ, ἔνθα μὲν ἂν δέῃ σπουδάσαι, οὐ προβάλλῃ τὴν φιλανθρωπίαν ταύτην· ἔνθα δ' ἂν θέλῃς ἀναβαλέσθαι, τότε αὐτῆς μέμνησαι· καίτοι τότε καιρὸν ἂν ἔχοι ἡ φιλανθρωπία αὕτη, καὶ μᾶλλον αὐτῆς ἐπιτευξόμεθα, ὅταν καὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν. Ὁ μὲν γὰρ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνων οἷα εἰκὸς ἄνθρωπον ὄντα, μετανοῶν τεύξεται φιλανθρωπίας· ὁ δὲ ὥσπερ σοφιζόμενος τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἀπελθὼν ἄμοιρος τῆς χάριτος, ἀπαραίτητον ἕξει τὴν τιμωρίαν. Τί δὲ τοιαῦτα κατὰ τῆς σεαυτοῦ σωτηρίας προβάλλῃ; Ἀμήχανον γὰρ, ἀμήχανον, ὡς ἔγωγε οἶμαι, τὸν τοιαύταις ἐλπίσιν ἀναβαλλόμενον ἐργάσασθαί τι γενναῖον καὶ ἀγαθόν. Σὺ δὲ ἀνθ' ὅτου τοσοῦτον φόβον ἀναδέχῃ, καὶ τὸ ἄδηλον τοῦ μέλλοντος προβάλλῃ; διατί μὴ μεταβάλλεις τὸν φόβον τοῦτον εἰς πόνον καὶ σπουδὴν, ἵν' ἔσῃ μέγας καὶ θαυμαστός; τί βέλτιον, φοβεῖσθαι, ἢ πονεῖν; Εἴ τίς σε ἐκάθισεν ἐν οἴκῳ πεπονηκότι ἀργοῦντα, εἰπὼν, ὅτι Προσδόκα ἐπὶ τὴν σὴν κεφαλὴν πεσεῖσθαι τὴν ὀροφὴν σαθρὰν οὖσαν (ἴσως μὲν γὰρ πεσεῖται, ἴσως δὲ οὐ πεσεῖται)· εἰ δὲ μὴ τοῦτο θέλεις, ἐργάζου, καὶ τὸν ἀσφαλέστερον οἴκει θάλαμον· τί ἂν εἴλου μᾶλλον, τὴν ἀργίαν ἐκείνην μετὰ τοῦ φόβου, ἢ τὴν ἐργασίαν ταύτην μετὰ τοῦ θαῤῥεῖν; Οὐκοῦν οὕτω καὶ νῦν ποίει. Τὸ μὲν γὰρ ἄδηλον τοῦ μέλλοντος καθάπερ οἶκός τίς ἐστι σαθρὸς, ἀεὶ πτῶσιν ἀπειλῶν· ἡ δὲ ἐργασία αὕτη, ἡ πόνον ἔχουσα, τὸ ἀσφαλὲς ἐγγυᾶται.