Ancient Greek · ~11 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 7.1
Not analysed yet
Μὴ γένοιτο μὲν οὖν ἡμᾶς ἐμπεσεῖν εἰς ἀνάγκην τοσαύτην, ὥστε ἁμαρτάνειν μετὰ τὸ λουτρόν· πλὴν εἰ καὶ γένοιτό τι τοιοῦτον, μηδὲ οὕτως ἀπογνῶμεν. Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ πολλὰς ἡμῖν δέδωκεν ὁδοὺς ἀφέσεως καὶ μετὰ ταῦτα. Πλὴν ὥσπερ οἱ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντες, τῶν κατηχουμένων κατὰ τοῦτο μᾶλλον κολάζονται, οὕτως οἱ εἰδότες, ὅτι μετανοίας ἐστὶ φάρμακα, καὶ μὴ θέλοντες αὐτοῖς κεχρῆσθαι, χαλεπώτερα ὑποστήσονται. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ἡ φιλανθρωπία τοῦ Θεοῦ, τοσούτῳ καὶ ἡ κόλασις αὔξεται μᾶλλον, ἐὰν μὴ εἰς δέον τῇ φιλανθρωπίᾳ χρησώμεθα. Τί λέγεις, ἄνθρωπε; Μεστὸς ὢν κακῶν τοσούτων, καὶ ἀπεγνωσμένος, ἀθρόον ἐγένου φίλος, καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἀνηνέχθης, οὐκ ἐξ οἰκείων πόνων, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ δωρεᾶς, καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες ἀσχημοσύνην, καὶ δέον κολασθῆναι χαλεπῶς, ὁ δὲ οὐδὲ οὕτως ἀπεστράφη, ἀλλ' ἔδωκε μυρίας ἀφορμὰς σωτηρίας, δι' ὧν ἔσῃ φίλος. Καὶ ὁ μὲν Θεὸς ταῦτα, σὺ δὲ οὐδὲ οὕτως ἐθέλεις πονεῖν. Καὶ ποίας ἄξιος ἔσῃ συγγνώμης λοιπόν; πῶς δὲ οὐκ εἰκότως Ἕλληνές σε γελάσονται, καθάπερ κηφῆνά τινα ζῶντα εἰκῆ καὶ μάτην; Εἰ γὰρ δυνατὴ, φησὶν, ἡ παρ' ὑμῶν φιλοσοφία, δείξατε, τί βούλεται τῶν ἀμυήτων τὸ πλῆθος; Καλὰ τὰ μυστήρια καὶ ποθεινά· ἀλλ' οὐδεὶς ψυχοῤῥαγῶν λουτρὸν λαμβανέτω. Οὐ γὰρ ἐκεῖνος τῶν μυστηρίων ὁ καιρὸς, ἀλλὰ τῶν διαθηκῶν· μυστηρίων δὲ καιρὸς, ὑγεία φρενῶν, καὶ σωφροσύνη ψυχῆς. Εἰπὲ γάρ μοι, εἰ διαθήκας οὐκ ἄν τις ἕλοιτο οὕτω διακείμενος γράψαι· κἂν γράψῃ δὲ, δίδωσι τοῖς μετὰ ταῦτα λαβὴν (διὰ γάρ τοι τοῦτο καὶ προτάττουσι ταυτὶ τὰ ῥήματα λέγοντες, ὅτι Ζῶν, καὶ φρονῶν, καὶ ὑγιαίνων ἐπισκήπτω περὶ τῶν ἐμαυτοῦ)· πῶς ἄν τις ἐξεστηκὼς δυνηθείη μετὰ ἀκριβείας μυσταγωγεῖσθαι; Εἰ γὰρ περὶ βιωτικῶν πραγμάτων βουλευομένῳ οὐκ ἂν ἐπιτρέψαιεν οἱ τῶν ἔξωθεν νόμοι τῷ μὴ σφόδρα ὑγιαίνοντι διατάττεσθαι, καὶ ταῦτα ἐν τοῖς αὐτοῦ μέλλοντι νομοθετεῖν· πῶς περὶ βασιλείας οὐρανῶν μανθάνων, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, δυνήσῃ σαφῶς πάντα μαθεῖν, πολλάκις καὶ παραπλὴξ ὑπὸ τῆς ἀῤῥωστίας γενόμενος; πότε δὲ τὰ ῥήματα ἐκεῖνα πρὸς τὸν Χριστὸν ἐρεῖς, Συνθαπτόμενος αὐτῷ, μέλλων ἀποπηδᾷν; Καὶ γὰρ καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ἐπιδείκνυσθαι χρὴ τὴν εὔνοιαν. Σὺ δὲ ταὐτὸν ποιεῖς, οἷον ἂν εἴ τις ἀπογράφεσθαι βούλοιτο στρατιώτης, τοῦ πολέμου λύεσθαι μέλλοντος· ἢ ἀθλητὴς ἀποδύεσθαι, τοῦ θεάτρου λοιπὸν ἀναστάντος. Καὶ γὰρ ὅπλα διὰ τοῦτο λαμβάνεις, οὐχ ἵνα εὐθέως ἀποπηδήσῃς, ἀλλ' ἵνα λαβὼν κατὰ τοῦ ἐναντίου τρόπαιον στήσῃς. Μηδεὶς νομιζέτω ἄκαιρον εἶναι τὸν περὶ τούτων λόγον, εἰ μή ἐστι τεσσαρακοστὴ νῦν. Διὰ γὰρ τοῦτο δάκνομαι, ὅτι καιρὸν παρατηρεῖτε ἐν τοῖς τοιούτοις. Καίτοιγε ὁ εὐνοῦχος ἐκεῖνος, καὶ βάρβαρος ὢν καὶ ὁδοιπορῶν, καὶ ἐν μέσῃ λεωφόρῳ ὢν, καιρὸν οὐκ ἐζήτησεν· ἀλλ' οὐδὲ ὁ δεσμοφύλαξ, καὶ ταῦτα μεταξὺ δεσμωτῶν ὢν, καὶ τὸν διδάσκαλον μεμαστιγωμένον καὶ δεδεμένον ὁρῶν, καὶ τέως αὐτὸν μέλλων ἔνδον ἔχειν. Ἐνταῦθα δὲ οὐ δεσμωτήριον οἰκοῦντες, οὐδ' ἐν ὁδοῖς ὄντες, ἀναβάλλονται πολλοὶ, καὶ ταῦτα ὄντες πρὸς ἐσχάτας ἀναπνοάς.