Ancient Greek
Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 6.1-2
Not analysed yet
Ὢ τῆς συνηθείας. ἀπὸ γὰρ ταύτης γέγονεν εὐκαταφρόνητον. Ἀμέλει γοῦν εἰς οἶκον ἅγιον ἂν ἐπιθῇς τινι ἀνάγκην ὀμόσαι, ὡς φρικτὸν τὸν ὅρκον ἐργασάμενος, οὕτω διάκεισαι· καίτοι πόθεν οὕτω φρικτὸν εἶναι δοκεῖ, ἀλλ' ἢ ὅτι ἐκείνῳ μὲν ἁπλῶς ἀποκεχρήμεθα, τούτῳ δὲ οὐχί; οὐ γὰρ φρίκην ἔδει γενέσθαι ὀνομαζομένου τοῦ Θεοῦ; Ἀλλ' ἐπὶ μὲν Ἰουδαίων οὕτως αὐτοῦ τὸ ὄνομα σεμνὸν ἦν, ὡς ἐν πετάλοις γράφεσθαι, καὶ μηδενὶ τὰ γράμματα ἐξεῖναι φορεῖν, ἀλλ' ἢ μόνῳ τῷ ἀρχιερεῖ· νυνὶ δὲ ὡς τὸ τυχὸν οὕτω περιφέρομεν αὐτοῦ τὸ ὄνομα. Εἰ ἁπλῶς ὀνομάζειν τὸν Θεὸν οὐ πᾶσιν εὐαγές· τὸ καὶ ἐπὶ μαρτυρίαν αὐτὸν καλεῖν, πόσης τόλμης, εἰπέ μοι, πόσης μανίας; Εἰ γὰρ πάντα ῥῖψαι ἐχρῆν, οὐκ ἔδει προθύμως ἐᾷν; Ἰδοὺ λέγω καὶ διαμαρτύρομαι, Κατορθώσατε τούτους τοὺς ἐπὶ τῆς ἀγορᾶς ὅρκους, τοὺς δὲ μὴ πειθομένους, πάντας ἐμοὶ ἀγάγετε. Ἰδοὺ παρόντων ὑμῶν ἐπισκήπτω τοῖς πρὸς ὑπηρεσίαν ἀφωρισμένοις τῶν οἴκων τῶν εὐκτηρίων, καὶ παραινῶ καὶ παρεγγυῶ, μηδενὶ ὀμνύναι ἁπλῶς ἐξεῖναι· μᾶλλον δὲ μηδὲ ἑτέρως. Πρὸς ἐμὲ οὖν ἀγέσθω ὅστις ἂν ᾖ, ἐπειδὴ καὶ ταῦτα μέχρις ἡμῶν ἔρχεσθαι δεῖ, καθάπερ ἐπὶ παίδων μικρῶν. Μὴ γένοιτο. Αἰσχύνη γάρ ἐστιν ὑπέρ τινων ἔτι δέεσθαι μανθάνειν. Μὴ τραπέζης ἱερᾶς ἅψασθαι τολμᾷς ἀμύητος ὤν; Ἀλλὰ τὸ ἔτι χεῖρον, σὺ ὁ μεμυημένος τῆς ἱερᾶς ἅψασθαι τραπέζης τολμᾷς, ἧς οὐδὲ πᾶσιν ἱερεῦσιν ἅψασθαι θέμις, καὶ οὕτως ὀμνύναι. Καὶ σὺ μὲν τῆς τοῦ παιδὸς κεφαλῆς οὐκ ἂν ἅψαιο ἀπελθὼν, τραπέζης δὲ ἅπτῃ, καὶ οὐ φρίττεις οὐδὲ δέδοικας; Πρὸς ἐμὲ τοὺς τοιούτους ἄγε· ἐγὼ δικάσω, καὶ χαίροντας ἑκατέρους ἀποπέμψω. Ὃ βούλεσθε, ποιεῖτε· νόμον τίθημι μηδὲ ὅλως ὀμνύναι. Ποία σωτηρίας ἐλπὶς, οὕτως ἡμῶν πάντα κενούντων; διὰ τοῦτο γραμματεῖα, διὰ τοῦτο συμβόλαια, ἵνα καταθύσῃς τὴν σαυτοῦ ψυχήν; τί τοσοῦτον κερδαίνεις, ὅσον ἀπολλύεις; Ἐπιώρκησεν; Ἀπώλεσας κἀκεῖνον καὶ σαυτόν. Ἀλλ' οὐκ ἐπιώρκησε; Καὶ οὕτως ἀπώλεσας, παραβῆναι τὴν ἐντολὴν ἀναγκάσας. Ἐξελάσωμεν τοῦτο τὸ νόσημα ἀπὸ τῆς ψυχῆς· τέως ἀπὸ τῆς ἀγορᾶς αὐτὸ διώξωμεν, ἀπὸ τῶν παντοπωλείων, ἀπὸ τῶν λοιπῶν ἐργαστηρίων· μείζων ὁ πόρος ἡμῖν ἔσται. Μὴ νομίσητε διὰ τῶν παραβάσεων τῶν θείων νόμων τὰ βιωτικὰ κατορθοῦσθαι. Ἀλλ' οὐ πιστεύει, φησί. Καὶ γὰρ καὶ τοῦτό ποτε παρ' ἐνίων ἤκουσα, ὅτι Ἂν μὴ ὀμόσω μυρίους ὅρκους, οὐ πιστεύει. Σὺ τούτων αἴτιος ὁ προχείρως ὀμνύς· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ πᾶσιν ἦν δῆλον, ὅτι οὐκ ὀμνύεις, πίστευέ μοι λέγοντι, ὅτι τῶν μυρίους κατεσθιόντων ὅρκους μᾶλλον ἂν ἐπιστεύθης ἐπινεύσας μόνον. Ἰδοὺ γὰρ, εἰπέ μοι, τίνι ἄρα μᾶλλον πιστεύετε, ἐμοὶ τῷ μὴ ὀμνύοντι, ἢ τοῖς ὀμνύουσιν; Ἀλλὰ σὺ, φησὶν, ἄρχων εἶ καὶ ἐπίσκοπος; Τί οὖν, ἂν δείξω, ὅτι οὐ τοῦτο μόνον; Μετὰ ἀληθείας ἀποκρίνασθέ μοι, παρακαλῶ, εἰ συνεχῶς ὤμνυον καὶ διαπαντὸς, ἆρα ἂν προέστη μου ἡ ἀρχή; Οὐδαμῶς. Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο; Τί δὲ κερδαίνεις ὅλως; εἰπέ μοι. Παῦλος ἐλίμωττε· καὶ σὺ ἑλοῦ πεινᾷν μᾶλλον ἢ παραβῆναί τινα τῶν ἐντολῶν τοῦ Θεοῦ. Τί οὕτως ἄπιστος εἶ; Σὺ μὲν οὖν πάντα αἰρῇ καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τοῦ μὴ ὀμόσαι· αὐτὸς δέ σε οὐκ ἀμείψεται; Ἀλλὰ τοὺς μὲν ἐπιόρκους, καὶ πολυόρκους καθ' ἑκάστην τρέφει τὴν ἡμέραν· σὲ δὲ παραδώσει λιμῷ, ἐπειδὴ ἤκουσας αὐτοῦ; Πάντες ἰδέτωσαν, ὅτι τῶν εἰς ταύτην τὴν ἐκκλησίαν συναγομένων οὐδεὶς οὐκ ἔστιν ὁ ὀμνύς· καὶ ἀπὸ τούτου γενώμεθα δῆλοι, μὴ ἀπὸ τῆς πίστεως μόνον, καὶ τοῦτο πρὸς Ἕλληνας, καὶ πρὸς πάντας ἔχωμεν τὸ διαλλάττον. Σφραγῖδα λάβωμεν ἐκ τῶν οὐρανῶν, ἵνα ὥσπερ ἀγέλη βασιλικὴ πανταχοῦ φαινώμεθα· ἀπὸ τοῦ στόματος καὶ τῆς γλώττης τέως γνωριζώμεθα, καθάπερ οἱ βάρβαροι· καθάπερ οἱ Ἑλληνιστὶ εἰδότες, ταύτῃ τῶν βαρβάρων διαλλάττωμεν. Εἰπὲ γάρ μοι, οἱ ψιττακοὶ λεγόμενοι πόθεν εἰσὶ γνώριμοι; οὐκ ἀπὸ τοῦ λαλεῖν κατὰ ἄνθρωπον; Καὶ ἡμεῖς τοίνυν ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἀπόστολοι γενώμεθα γνώριμοι· ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἄγγελοι. Ἂν εἴπῃ τις, Ὄμοσον, ἀκουέτω, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ οὐκ ὄμνυμι. Τοῦτο ἱκανὸν πᾶσαν εἰσαγαγεῖν ἀρετήν. Θύρα τίς ἐστιν εὐσεβείας, ὁδὸς ἐπὶ φιλοσοφίαν (εὐλαβείας) εἰσάγουσα, παλαίστρα τίς ἐστι. Ταῦτα φυλάττωμεν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.