Ancient Greek · ~20 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ascensionem domini nostri Jesu Christi 3.1
Not analysed yet
Καὶ ἵνα μάθῃς, ὅτι οὐχὶ ὁ πρῶτος βλαστάνων καρπὸς, τοῦτο ἀπαρχὴ, ἀλλ' ὁ δόκιμος καὶ γενναῖος καὶ εἰς ἀκμὴν ἥκων τὴν προσήκουσαν, ἀπὸ τῶν Γραφῶν σοι παρέξω τὴν μαρτυρίαν. Ἐὰν εἰσέλθῃς, φησὶν ὁ Μωϋσῆς πρὸς τὸν λαὸν, εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ φυτεύσῃς ἐν αὐτῇ πᾶν ξύλον ποιοῦν καρπὸν βρώσιμον, τρία ἔτη οὐ περικαθαριεῖς τὸν καρπὸν αὐτοῦ· τῷ δὲ τετάρτῳ ἔτει ὁ καρπὸς αὐτοῦ ἅγιος ἔσται τῷ Κυρίῳ. Καὶ μὴν εἰ ἀπαρχὴ ἦν τὸ πρῶτον ἐκφερόμενον, τὸν ἐν τῷ πρώτῳ ἐνιαυτῷ καρπὸν, αὐτὸν ἔδει δοῦναι τῷ Κυρίῳ· νυνὶ δέ φησι· Τρία ἔτη οὐ περικαθαριεῖς τὸν καρπὸν αὑτοῦ, ἀλλὰ ἀφήσεις αὐτὸν, διότι ἐξίτηλον τὸ δένδρον ἐστὶ, διότι ἀσθενὴς, διότι ἄωρος ἡ γονή· ὁ δὲ τέταρτος, φησὶν, ἅγιος ἔσται τῷ Κυρίῳ. Καὶ σκόπει σοφίαν νομοθέτου· οὔτε φαγεῖν αὐτὸν εἴασεν, ἵνα μὴ πρὸ τοῦ Θεοῦ αὐτὸς λάβῃ τὸν καρπόν· οὔτε προσενεχθῆναι αὐτὸν ἐπέτρεψεν, ἵνα μὴ ἄωρος προσενεχθῇ τῷ Κυρίῳ. Ἀλλὰ, Ἄφες μὲν, φησὶν, ἐπειδὴ πρῶτόν ἐστι· μὴ προσενέγκῃς δὲ, ἐπειδὴ ἀνάξιόν ἐστι τῆς τιμῆς τοῦ λαμβάνοντος. Ὁρᾷς ὅτι οὐ τὸ πρῶτον ἐκφερόμενον, ἀλλὰ τὸ δόκιμον, τοῦτό ἐστιν ἀπαρχή; Καὶ ταῦτα ἡμῖν διὰ τὴν σάρκα ἣν προσήνεγκεν εἴρηται. Ἀνήνεγκε τοίνυν τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας τῷ Πατρί· καὶ οὕτως ἐθαύμασε τὸ δῶρον ὁ Πατὴρ, καὶ διὰ τὴν ἀξίαν τοῦ προσενέγκαντος, καὶ διὰ τὸ ἄμωμον τοῦ προσενεχθέντος, ὡς οἰκείαις αὐτὸ δέξασθαι χερσὶ, καὶ θεῖναι πλησίον τὸ δῶρον, καὶ εἰπεῖν· Κάθου ἐκ δεξιῶν μου. Πρὸς ποίαν φύσιν εἶπεν ὁ Θεὸς, Κάθου ἐκ δεξιῶν μου; Πρὸς ἐκείνην τὴν ἀκούσασαν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐ γὰρ ἤρκει ὑπερβῆναι τοὺς οὐρανούς; οὐ γὰρ ἤρκει μετὰ ἀγγέλων στῆναι; οὐκ ἦν ἄφατος καὶ αὕτη ἡ τιμή; Ἀλλ' ὑπερέβη ἀγγέλους, παρῆλθεν ἀρχαγγέλους. ὑπερέβη τὰ Χερουβὶμ, ἀνέβη ἀνώτερον τῶν Σεραφεὶμ, παρέδραμε τὰς ἀρχὰς, οὐ πρότερον ἔστη, ἕως οὗ τοῦ θρόνου ἐπελάβετο τοῦ Δεσποτικοῦ. Οὐχ ὁρᾷς τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν; μᾶλλον δὲ κάτωθεν ἀρξώμεθα· οὐχ ὁρᾷς, ἀπὸ τοῦ ᾅδου πρὸς τὴν γῆν τὸ διάστημα ὅσον; ἀπὸ τῆς γῆς πάλιν πρὸς τὸν οὐρανόν; ἀπὸ τοῦ οὐρανοῦ πάλιν πρὸς τὸν οὐρανὸν τὸν ἀνώτερον; ἀπ' ἐκείνου πρὸς τοὺς ἀγγέλους, πρὸς τοὺς ἀρχαγγέλους, πρὸς τὰς ἄνω δυνάμεις, πρὸς αὐτὸν τὸν θρόνον τὸν βασιλικόν; Τοῦτο ὅλον τὸ διάστημα καὶ τὸ ὕψος τὴν φύσιν τὴν ἡμετέραν ἀνήγαγε. Βλέπε ποῦ κάτω ἔκειτο, καὶ ποῦ ἀνέβη· οὔτε καταβῆναι ἦν κατώτερον, οὗ κατέβη ὁ ἄνθρωπος, οὔτε ἀναβῆναι ἀνώτερον, οὗ ἀνήγαγεν αὐτὸν πάλιν. Καὶ ταῦτα δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς. Καὶ ποῦ κατέβη; Εἰς τὰ κατώτερα μέρη τῆς γῆς, καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν. Μάθε τίς ἀνέβη, ἢ ποία φύσις, ἢ πῶς πρὸ τούτου διακειμένη· ἡδέως γὰρ ἐνδιατρίβω τῇ εὐτελείᾳ τοῦ γένους τοῦ ἡμετέρου, ἵνα μεθ' ὑπερβολῆς μάθω τὴν τιμὴν τὴν ἀπὸ τῆς φιλανθρωπίας τοῦ Δεσπότου. Γῆ καὶ σποδὸς ἦμεν ἡμεῖς· ἀλλ' οὔπω τοῦτο ἔγκλημα· τῆς φύσεως γὰρ ἦν ἡ ἀσθένεια. Ἀλόγων διεκείμεθα ἀνοητότερον· Παρασυνεβλήθη γὰρ ὁ ἄνθρωπος τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Τοῦτο δέ ἐστιν, ἀλόγων χείρονα, γενέσθαι ὅμοιον τοῖς ἀλόγοις. Τὸ μὲν γὰρ εἶναι ἄλογον φύσει, καὶ μένειν ἐπὶ τῆς ἀλογίας, τῆς φύσεως ἐστί· τὸ δὲ λόγῳ τιμηθέντας πρὸς ἐκείνην τὴν ἄνοιαν καταπεσεῖν, τῆς προαιρέσεώς ἐστιν ἔγκλημα. Ὥστε ὅταν ἀκούσῃς, ὅτι ὡμοιώθη τοῖς ἀλόγοις, μὴ νομίσῃς, ὅτι τῶν ἀλόγων ἴσους δεῖξαι τοὺς ἀνθρώπους, ἀλλ' ὅτι κἀκείνων χείρους ἀποφῆναι βουλόμενος, τοῦτο εἴρηκε. Καὶ γὰρ τῶν ἀλόγων ἐγενόμεθα χείρους καὶ ἀναισθητότεροι, οὐχ ὅτι ἄνθρωποι ὄντες ἐκεῖ κατεπέσομεν, ἀλλ' ὅτι καὶ πρὸς μείζονα ἠλάσαμεν ἀγνωμοσύνην. Καὶ τοῦτο δηλῶν Ἡσαΐας ἔλεγεν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ἀλλὰ μὴ αἰσχυνώμεθα ἐπὶ τοῖς προτέροις· Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Εἶδες πῶς τῶν κτηνῶν ὀλιγώτεροι ἦμεν· βούλει καὶ τῶν πετεινῶν ἀλογωτέρους ἡμᾶς ἰδεῖν; Τρυγὼν καὶ χελιδὼν, στρουθία ἀγροῦ ἔγνωσαν καιροὺς εἰσόδου αὐτῶν· ὁ δὲ λαός μου οὐκ ἔγνωσαν τὰ κρίματά μου. Ἰδοὺ καὶ τῶν ὄνων καὶ τῶν βοῶν, ἰδοὺ καὶ τῶν πετεινῶν, τῆς τρυγόνος καὶ τῆς χελιδόνος ἡμεῖς ἀλογώτεροι. Βούλει μαθεῖν ἄλλην ἀναισθησίαν ἡμῶν; Τῶν μυρμήκων ἡμᾶς ποιεῖ μαθητάς· οὕτως ἀπωλέσαμεν τὰς κατὰ φύσιν φρένας· Πορεύθητι γὰρ, φησὶ, πρὸς τὸν μύρμηκα, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Μυρμήκων ἐγενόμεθα μαθηταὶ, οἱ κατ' εἰκόνα Θεοῦ γενόμενοι. Ἀλλ' οὐχ ὁ ποιήσας αἴτιος, ἀλλ' ἡμεῖς μὴ μείναντες ἐπὶ τῆς εἰκόνος. Καὶ τί λέγω μυρμήκων; λίθων ἐγενόμεθα ἀναισθητότεροι. Βούλει καὶ τούτων παράγω τὴν μαρτυρίαν; Ἀκούσατε, φάραγγες καὶ τὰ θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ. Πρὸς ἀνθρώπους δικάζῃ, καὶ τὰ θεμέλια τῆς γῆς καλεῖς; Ναὶ, φησί· τῶν γὰρ θεμελίων τῆς γῆς ἀναισθητότεροί εἰσιν οἱ ἄνθρωποι. Ποίαν οὖν ἔτι ζητεῖς ὑπερβολὴν κακίας, ὅταν καὶ ὄνων ἀναισθητότεροι, καὶ βοῶν ἀλογώτεροι, καὶ χελιδόνος καὶ τρυγόνος ἀγνωμονέστεροι, καὶ μυρμήκων ἀσυνετώτεροι, καὶ λίθων ἀναισθητότεροι, καὶ ὄφεων ἴσοι φαινώμεθα; Θυμὸς γὰρ αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ τί χρὴ λέγειν τῶν ἀλόγων τὴν ἀναισθησίαν, ὅταν καὶ αὐτοῦ τοῦ διαβόλου φαινώμεθα τέκνα καλούμενοι; Ὑμεῖς γὰρ, φησὶν, υἱοὶ τοῦ διαβόλου ἐστέ.