Ancient Greek · ~16 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ascensionem domini nostri Jesu Christi 4.1
Not analysed yet
Ἀλλ' ὅμως ἡμεῖς οἱ ἀναίσθητοι καὶ ἀγνώμονες, οἱ ἀνόητοι, οἱ τῶν λίθων ἀναισθητότεροι, οἱ πάντων κατώτεροι, οἱ ἄτιμοι, οἱ εὐτελέστατοι· πῶς εἴπω; τί λαλήσω; πῶς ἐξενέγκω τὸ ῥῆμα τοῦτο; ἡ φύσις ἡ εὐτελὴς, ἡ πάντων ἀσυνετωτέρα, πάντων ἀνωτέρα γέγονε σήμερον. Σήμερον ἀπέλαβον ἄγγελοι, ὃ πάλαι ἐπόθουν· σήμερον εἶδον ἀρχάγγελοι, ὃ πάλαι ἐπεθύμουν, τὴν φύσιν τὴν ἡμετέραν ἀπὸ τοῦ θρόνου ἀστράπτουσαν τοῦ βασιλικοῦ, δόξῃ καὶ κάλλει στίλβουσαν ἀθανάτῳ. Τοῦτο γὰρ πάλαι ἐπόθουν ἄγγελοι, τοῦτο γὰρ πάλαι ἐπεθύμουν ἀρχάγγελοι. Εἰ γὰρ καὶ ὑπερέβαινεν αὐτοὺς ἡ τιμὴ, ἀλλ' ὅμως ἔχαιρον καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς· καὶ γὰρ ὅτε ἐκολαζόμεθα, ἤλγουν· εἰ γὰρ καὶ ἐφύλαττε τὰ Χερουβὶμ τὸν παράδεισον, ἀλλ' ὅμως ἤλγουν. Καὶ καθάπερ οἰκέτης σύνδουλον λαβὼν εἰς φυλακὴν, διὰ τὸ πρόσταγμα τοῦ δεσπότου φυλάττει μὲν τὸν σύνδουλον, ἀλγεῖ δὲ ἐπὶ τῷ γινομένῳ διὰ τὴν συμπάθειαν τὴν περὶ τὸν ὁμόδουλον· οὕτω καὶ τὰ Χερουβὶμ ἔλαβε μὲν φυλάττειν τὸν παράδεισον, ἤλγει δὲ ὅμως ἐπὶ τῇ φυλακῇ. Καὶ ἵνα μάθῃς ὅτι ἤλγει, ἀπὸ τῶν ἀνθρώπων σοι τοῦτο ποιῶ φανερόν. Ὅταν γὰρ ἴδῃς τοὺς ἀνθρώπους συμπαθοῦντας τοῖς συνδούλοις, μηκέτι λοιπὸν ἀμφιβάλλῃς περὶ τῶν Χερουβίμ· πολὺ γὰρ τῶν ἀνθρώπων φιλοστοργότεραι αἱ δυνάμεις ἐκεῖναι. Τίς οὖν δικαίων οὐκ ἤλγησε, κολαζομένων ἀνθρώπων δικαίως, καὶ μεθ' ἁμαρτήματα μυρία; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι τὰς ἁμαρτίας αὐτῶν μαθόντες, καὶ ἰδόντες ὅτι προσέκρουσαν τῷ Δεσπότῃ, ἤλγησαν· ὁ μὲν Μωϋσῆς μετὰ τὴν εἰδωλολατρείαν· διὸ καὶ ἔλεγεν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Τί τοῦτο; ὁρᾷς τὴν ἀσέβειαν, καὶ ἀλγεῖς ὑπὲρ τῶν κολαζομένων; Διὰ τοῦτο γὰρ, φησὶν, ἀλγῶ, ὅτι καὶ κολάζονται καὶ δικαίας κολάσεως παρέχονται τὰς αἰτίας. Ὁ δὲ Ἰεζεκιὴλ ἰδὼν τὸν ἄγγελον κατακόπτοντα τὸν λαὸν, ἀνεβόησε μέγα καὶ ὠλόλυξε, καί φησιν· Οἴμοι, Κύριε, ὅτι ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ. Καὶ ὁ Ἱερεμίας, Παίδευσον ἡμᾶς, Κύριε, φησὶ, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς. Εἶτα Μωϋσῆς μὲν καὶ Ἰεζεκιὴλ καὶ Ἱερεμίας ἀλγοῦσιν, αἱ δὲ δυνάμεις ἐκεῖναι οὐδὲν ἔπασχον ἐπὶ τοῖς ἡμετέροις κακοῖς; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ὅτι γὰρ οἰκειοῦνται τὰ ἡμετέρα, μάθε ὅσην χαρὰν ἐπεδείξαντο, ὅτε εἶδον ἡμῖν καταλλαγέντα τὸν Δεσπότην. Εἰ δὲ μὴ πρὸ τούτου ἤλγουν, οὐκ ἂν οὐδὲ μετὰ ταῦτα ἥσθησαν. Ὅτι δὲ ἔχαιρον, δῆλον ἐξ ὧν φησιν ὁ Χριστὸς, Ὅτι χαρὰ ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ ἑνὶ ἁμαρτωλῷ ἐπιστρέφοντι. Εἰ δὲ ἕνα ἁμαρτωλὸν ἐπιστρέφοντα ὁρῶντες ἄγγελοι χαίρουσι, διὰ τῆς ἀπαρχῆς σήμερον ὁρῶντες τὴν φύσιν ἅπασαν εἰσενηνεγμένην εἰς οὐρανὸν, πῶς οὐκ ἂν μεγίστην ἐδέξαντο ἡδονήν; Ἄκουσον γοῦν καὶ ἑτέρωθεν τῶν ἄνω δήμων τὴν εὐφροσύνην τὴν ἐπὶ τῇ ἡμετέρᾳ καταλλαγῇ· ὅτε γὰρ ἐτέχθη ὁ Κύριος ἡμῶν τὸ κατὰ σάρκα, ἰδόντες ὅτι κατηλλάγη λοιπὸν τοῖς ἀνθρώποις· οὐ γὰρ ἂν, εἰ μὴ κατηλλάγη, τοσοῦτον κατέβη· ἰδόντες οὖν τοῦτο, χορὸν στησάμενοι ἐπὶ τῆς γῆς ἐβόων καὶ ἔλεγον· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τοῦτο δοξάζουσι τὸν Θεὸν, ἐπειδὴ ἀπέλαβεν ἡ γῆ τὰ ἀγαθὰ, ἐπήγαγον καὶ τὴν αἰτίαν, Ἐπὶ γῆς εἰρήνη, λέγοντες, ἐν ἀνθρώποις εὐδοκία, τοῖς ἐκπεπολεμωμένοις, τοῖς ἀγνώμοσιν. Εἶδες πῶς δοξάζουσι τὸν Θεὸν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, μᾶλλον δὲ ἐπὶ τοῖς ἰδίοις· τὰ γὰρ ἡμέτερα ἀγαθὰ, ἑαυτῶν νομίζουσιν εἶναι· βούλει μαθεῖν, ὅτι καὶ μέλλοντες ὁρᾷν αὐτὸν ἀναβαίνοντα, ἔχαιρον καὶ ἐσκίρτων; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος, ὅτι ἀνέβαινον καὶ κατέβαινον συνεχῶς. Τοῦτο δὲ ἐπιθυμούντων ἔστιν ἰδεῖν τὸ παράδοξον θέαμα. Καὶ πόθεν δῆλον, ὅτι ἀνέβαινον, καὶ κατέβαινον; Αὐτοῦ ἄκουσον λέγοντος· Ἀπάρτι ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου· τοιοῦτον γὰρ τῶν ἐρώντων τὸ ἔθος· οὐδὲ τὸν καιρὸν ἀναμένουσιν, ἀλλὰ προλαμβάνουσι τὴν προθεσμίαν τῇ ἡδονῇ. Διὰ τοῦτο καταβαίνουσιν, ἐπειγόμενοι τὸ καινὸν καὶ παράδοξον ἐκεῖνο ἰδεῖν θέαμα, ἄνθρωπον ἐν οὐρανῷ φανέντα· διὰ τοῦτο πανταχοῦ ἄγγελοι, καὶ ὅτε ἐτίκτετο, καὶ ὅτε ἀνίστατο, καὶ σήμερον ὅτε ἀνέβη. Ἰδοὺ γὰρ δύο, φησὶν, ἐν ἐσθῆτι λαμπρᾷ, διὰ τοῦ σχήματος τὴν ἡδονὴν δηλοῦντες· καὶ εἶπον πρὸς τοὺς μαθητάς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.