Ancient Greek · ~3 min
Sect 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 11
Not analysed yet
Ἡρώδης γὰρ ἐκεῖνος ὁ τοῦ πρώτως βασιλεύσαντος ἐν Ἱερουσαλὴμ ἀπόγονος, ἅτε τοῦ ἰουδαϊκοῦ καὶ σπέρματος ὢν καὶ σεβάσματος, καὶ ζηλωτυπῶν ἐπὶ τῇ καταλύσει τῶν πατρικῶν ἐθῶν καὶ νομίμων ἃ ταῖς τῶν ἀποστόλων ἀνετέτραπτο διδαχαῖς καὶ πρὸς καταστροφὴν ὑπωρύσσετο, ταῖς τῶν ὁμοφύλων ὀργαῖς ἐξαπτόμενος [f. 159 vo] καὶ χαριζόμενος αὐτοῖς εἰ ἐπὶ μᾶλλον χρήσαιτο τῷ κατὰ τῶν ἀποστόλων θυμῷ καὶ τῇ λύσσῃ. Πρῶτα μὲν Ἰακώβου τὸν ἀδελφὸν Ἰωάννου ἀνῃρήκει διὰ μαχαίρας, τῆς γραφῆς τὸ θυριῶδες αὐτοῦ καὶ ἀπάνθρωπον διὰ τῆς μαχαίρας ὑποδηλούσης. Ἐξῆν γὰρ αὐτῷ καὶ ἑτέρῳ θανάτῳ τὸν ἀπόστολον καταθῦσαι ἢ καὶ θανάτου παραπλησίοις κολάσεσι καὶ τιμωρίαις καταβαλεῖν· ἀλλ' ἵν' ἐκείνου μὲν ἡ καὶ θηρίων αὐτῶν ὠμοτέρα γνώμη στηλιτευθῇ, τούτου δὲ ἡ πρὸς σφαγὴν ἐπίδοσις πρόθυμος γνωρισθῇ, προβάτου δίκην τοῦ ἐπὶ σφαγὴν ἑλκομένου, διὰ μαχαίρας ὑπεδέχετο τὴν τελείωσιν.