Ancient Greek · ~3 min
Sect 18
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 18
Not analysed yet
Τούτων οὕτως ἐπ' αὐτῷ τελουμένων, ἡ μὲν παρὰ τῆς ἐκκλησίας γενομένη εὐχὴ πρὸς οὐρανοὺς ἀνεφέρετο· παρ' αὐτίκα δὲ ἄγγελος ἐκεῖθεν ἐξεπέμπετο καὶ προσεπιστὰς τῇ εἱρκτῇ, ταύτην μὲν ἐπλήρου φωτὸς, ἵν' ἀκραιφνῆ τὴν ὅρασιν ἔχοι ὁ κορυφαῖος τῶν θαυματουργουμένων. Νύξας δὲ τοῦτον κατὰ πλευράν· «Ἀνάστα, φησὶν, ἐν τάχει». Καὶ ἵνα μήτι ἄτοπον κατὰ διάνοιαν αὐτὸν ὑποδράμῃ, ὡς καὶ αὐτοῦ τοῦ σατανᾶ ἔσθ' ὅτε εἰς ἄγγελον μετασχηματιζομένου φωτὸς, ὑποκλέπτην τε τὴν αἴσθησιν ἐν τῷ φαινομένῳ προσχήματι, ἅμα τῷ λόγῳ ἐξέπεσον αἱ ἁλύσεις αὐτοῦ ἀπὸ τῶν χειρῶν ὡς πιστωθῆναι τοὺς λόγους τῷ πράγματι, καὶ μὴ δύναμιν ἀποστατικὴν ἢ φαντασίαν ἀνύπαρκτον ἡγήσασθαι τὸ φανὲν, ἀλλ' ἄγγελον ἀληθῆ καὶ ὄψιν ὑπαρκτικὴν τὸ ἀψευδὲς αὐτόπιστον ἔχουσαν.