Ancient Greek · ~2 min
Sect 27
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 27
Not analysed yet
Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ ἀφιλότιμον, καὶ τὴν ἐνοῦσαν αὐτῷ μετριοφροσύνην πρὸς τὰ παράδοξα. Οὐ γὰρ ἐσάλπισεν τὰ τοῦ θαύματος, ὅπερ ἂν ἄλλος ἴσως πέπονθέ τις· οὐχ ὥσπερ ἐκπομπεύων τοῖς κατορθώμασιν ἐπὶ τῶν δωμάτων ταῦτα ἐκήρυξεν, οὐκ ἐκ περιχαρείας τῇ ἐκκλησίᾳ τὰ περὶ αὐτοῦ ἐθριάμβευσεν, οὐ προσηλύτοις, οὐ γνωρίμοις αὐτὰ προσανέθετο, ἀλλὰ κατασείσας τῇ χειρὶ τοὺς ἐν τῇ ἐκκλησίᾳ [f. 165 vo] τούτοις μόνοις ἡσυχῆ προσανήγγειλεν, μεθ' ὧν καὶ Ἰακώβῳ καὶ τοῖς σὺν αὐτῷ.