Ancient Greek
Sect 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 3
Not analysed yet
Ταῦτα εἰ καὶ πολλῷ τῷ μεγέθει τὰς ἀνθρωπίνας ὑπερνικᾷ διανοίας, καὶ μείζω τῆς τῶν λόγων δυνάμεως καταφαίνεται, οὐ πάντως πρὸς τὸ πάντη ἀνέφικτον χωρήσει καὶ ἄπορον. Συγκαταβήσεται γὰρ καὶ μέχρι τῆς ἡμετέρας ἐσχατιᾶς ὁ πάντων ἀποστόλων ὑπέρτερος, οὐ μόνον διὰ τὸ συμπαθὲς ᾧ πρὸ παντὸς ἄλλου χρώμενος τοῖς ὁμοφυέσιν ἡμῖν μεταδίδωσιν, ἀλλὰ καὶ διὰ τὸ πρὸς τὸν διδάσκαλον μιμητικὸν, ὃς καὶ μέχρι τῆς τοῦ δούλου μορφῆς συγκαταβὰς, τὸ μετριοφρονεῖν καὶ συνταπεινοῦσθαι τοῖς ταπεινοῖς τοὺς ἑαυτοῦ μαθητὰς ἐξεπαίδευσε.