Ancient Greek · ~2 min
Sect 39
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 39
Not analysed yet
Ταύτας καὶ ἡμεῖς ὁ Χριστοῦ λαὸς περιούσιος κατασμαζόμεθα σήμερον. Ταύτας εὐλαβῶς προσκυνοῦμέν τε καὶ σεβόμεθα καὶ ὡς ψυχῶν ἀνάπλασιν λογιζόμεθα. Ταύταις πᾶσαν αἴσθησιν καὶ πᾶν μέλος προσπελάζοντες [f. 170 ro] τοῦ ἐκεῖθεν ἁγιασμοῦ ἐμπιπλάμεθα, καὶ νοητῶς τὴν τοῦ Πνεύματος χάριν ἐν ταῖς ψυχαῖς εἰσδεχόμεθα. Ἔδει γὰρ, ἔδει μὴ μόνον τῶν ἀποσπολικῶν χειρῶν τὰς ἁλύσεις ὑπερτιμᾶν καὶ γεραίρειν, ἀλλὰ καὶ καθ' ἓν τῶν αὐτοῦ μελῶν τὰ προσπελάσαντα δικαστήρια περιπτύσσεσθαί τε καὶ κατασπάζεσθαι καὶ καθ' ἕκαστον αὐτῶν ἑορτὴν συγκροτεῖν καὶ πανήγυριν.