Ancient Greek · ~4 min
Sect 42
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 42
Not analysed yet
Ταύτην γὰρ βλέποντες, ἐκεῖνον νοητῶς κατοπτεύομεν καὶ ταύτῃ προσψαύοντες, ἐκείνῳ προσψαύειν οἰόμεθα. Τί δὲ ἡ μάχαιρα; οὐ δὲ γὰρ ταύτην παροπτέον, ὅτι καὶ αὐτὴ χειρὶ σπωμένη ἀποστολικῇ, ὅλην ἐκεῖθεν τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐπλούτησε, μεθ' ἧς καὶ κατὰ τὸν τοῦ πάθους καιρὸν παίσας τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ τὸ τούτου ἀποτεμὼν ὠτίον, ἔδειξε μὲν τὸ θερμὸν τῆς πρὸς τὸν διδάσκαλον πίστεως· ἔδρασε δέ τι μεῖζον καὶ ὑπὲρ ἄνθρωπον, οὐκ αὐτὸς, ἀλλὰ πρὸς τὸ τοῦ διδασκάλου δυνατὸν ἀφορῶν, δι' οὗ τὸ τιμηθὲν αὖθις τῷ πεπληγότι ἀποκαθίστατο. Ἵνα τί γένηται; Ἱν' ἐντεῦθεν [f. 171 ro] τὸ μεμηνὸς ἐκεῖνο πλῆθος κατ' αὐτοῦ τῶν Ἰουδαίων τῇ θεραπείᾳ τοῦ τμηθέντος μορίου σωφρονισθὲν καὶ τῆς κατὰ Χριστὸν λύσσης ἀπαλλαγὲν τῆς προδοσίας ἀπόσχοιτο, καὶ γνῷ διὰ τῆς πείρας τοῦ προδιδομένου τὸ παντοδύναμον καὶ τὸ τῆς αὐτοῦ θεότητος μέγεθος. Διδάσκοιτο δὲ καὶ ὁ ἀρχιερεὺς παρ' αὐτοῦ τοῦ θαύματος ἐναργέστερον καὶ γνοίη ὡς οὐκ ἂν οὕτω ταχείας ἠξίωτο θεραπείας ὁ πεπονθώς, εἰ μὴ Θεὸς ἦν ἀληθὴς ὁ παρ' αὐτοῦ ἐταζόμενος καὶ κρινόμενος.