Ancient Greek · ~2 min
Sect 44
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 44
Not analysed yet
Ἀλλ' ἐπειδήπερ ὁ τοῦ πάθους ἠλπίζετο καιρὸς, ἔτι τε τοῖς μαθηταῖς οἱ λογισμοὶ περὶ αὐτὸν ἐκυμαίνοντό τε καὶ ἐσαλεύοντο ἐν μεταιχμίῳ οὖσιν ἀπιστίας καὶ πίστεως, μήτε δι' ἐκείνης πρὸς ὑψηλοτέρας ἐννοίας ἀνελθεῖν συγχωρούμενοι, μήτε διὰ ταύτης πρὸς ταπεινοτέρας κατελθεῖν ἀφιέμενοι. [f. 172 ro] Καὶ καθαρῶς μὲν τὰ τοῦ πάθους προσημάναι οὐκ ἦν ἀκίνδυνον ἀτελεστέροις οὖσιν· ἐδεδίει δ' αὖθις ἐκφαντικώτερον τοῦτο προσθεῖναι, τὸ δειλὸν αὐτῶν ὑποπτεύων καὶ ἔμφοβον αἰνιγματωδῶς ἐντίθησι τὴν τοῦ πάθους ὑπόμνησιν.