Ancient Greek · ~2 min
Sect 47
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 47
Not analysed yet
Ἀλλ' ἐπεὶ ἑκουσίως αὐτὸν πρὸς τοὺς θεοκτόνους ἐκδέδωκα, διὰ τοῦτο καὶ τὴν τῶν μαχαιρῶν κτῆσιν πρὸς σημασίαν τοῦ πάθους ὑπῃνιξάμην. Εἰ γὰρ καὶ μικρόν σοι παρεχώρησα χρήσασθαι τῇ μαχαίρᾳ δι' ἃς προέφην αἰτίας, καὶ τὸ τοὺς μαθητὰς φιλοκινδύνους ἐργάσασθαι, ἀλλ' οὖν ἀπόστρεψον αὐτὴν εἰς τὴν θήκην αὐτῆς, ὡς οὐ θεμιτὸν ἐμοὶ μαχαίραις [f. 173 ro] καὶ ξίφεσι τὴν ἐκ τοῦ πάθους ζητεῖν ἀπολύτρωσιν.