Ancient Greek · ~1 min
Sect 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 5
Not analysed yet
Ἅσπερ εἰς ἑορτῆς ὑπόθεσιν ἔχοντες, καὶ ὡς αἰτίας καὶ προξένους τῆς ἐν τῷ τέλει σταυρώσεως ἐπιστάμενοι καὶ περὶ ἕνα καὶ τὸν αὐτὸν ἀπόστολον ταύτας κἀκείνην συμβεβηκυίας καὶ ἡνωμένας θεώμενοι, οὐ πόῤῥῳ τὴν παροῦσαν πανήγυριν τῆς ἱερᾶς τελειώσεως λογιούμεθα· ἀλλὰ μίαν δι' ἀμφοτέρων συγκροτήσαντες σήμερον, ταῖς ἐκ τῶν λόγων τιμαῖς καθ' ὅσον οἷόν τε ζεούσῃ πίστει καταλαμπρύνωμεν.