Ancient Greek
Sect 50
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 50
Not analysed yet
Ἐγὼ καὶ αὐτὸ τὸ ἔδαφος ἐφ' ᾧ ἀνακληθεὶς ἐκαθεύδησε δέσμιος, ἁγιοπρεπὲς ὑπολαμβάνω καὶ τῆς ἀποστολικῆς χάριτος μέτοχον. Ἀλλὰ διστάζει τις μὴ οὕτως ἔχειν αὐτὰ, μήδ' ἐν μετουσίᾳ τῆς ἐν τῷ ἀποστόλῳ καθίστασθαι χάριτος. Αἱ σκιαὶ τοῦτον πεισάτωσαν καὶ τὰ σιμικίνθια. Αἱ μὲν τῇ ἀντιφράσει τοῦ σώματος πρὸς τὸ ἡλιακὸν φῶς συνιστάμεναι καὶ μακρὰν οὖσαι τῆς τοῦ κορυφαίου προσψαύσεως, τὰ δὲ τῷ τούτου χρωτὶ πλησιάσαντα τῆς ἐκεῖθεν μετείληφε θείας χάριτος, τῆς ἴσης θαυματουργοῦ δυνάμεως ἐμπιπλάμενα καὶ, ὃ τούτου παραδοξότερον, κατὰ δευτέραν μετουσίας ἀκολουθίαν τε καὶ μετάβασιν τῶν χαρίτων τοῖς προσπελάζουσι μεταδιδομένων καὶ τὸ ταυτὸν τῆς ἐναργείας τῶν θαυμάτων ἀναβλυζόντων ἀμείωτον.