Ancient Greek · ~2 min
Sect 53
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 53
Not analysed yet
Οὗτος καὶ εἷς ἐστιν καὶ πολλοῖς ἐπιμεριζόμενος οὐκ ἠλάττωται, ἀλλὰ καὶ καθ' ἑαυτὸν ὢν, τῆς ὁλότητος τὸ ταὐτὸν ἐπιδείκνυται. Κἂν τοῖς τοῦ πάθους συμβόλοις αὐτοῦ μεταβαίνων καὶ διαιρούμενος, ὁ αὐτός ἐστιν ὁ ἐνεργῶν καὶ θαυματουργῶν καὶ τῇ ἀποστολικῇ ἐκκλησίᾳ τερατουργῶν τὰ ὑπερφυῆ· οὕτως οὐδὲν τῶν τῷ κορυφαίῳ προσόντων κενόν τε καὶ ἀνέργητον, οὐδὲν ἀδόξαστον, οὐδὲν τῶν ἐκ θεοῦ θαυμάτων ἀμέτοχον.