Ancient Greek · ~3 min
Sect 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 9
Not analysed yet
Ἡ μὲν οὖν τῶν Πράξεων βίβλος πολλοὺς περὶ αὐτοῦ διεξιοῦσα κινδύνους, οἷς ὑπέπεσέ τε καὶ συνεσχέθη, καὶ πολλῶν θαυμάτων μνήμην ποιησαμένη, οἷον τὴν παραδόξως ἐνεργηθεῖσαν ἐν τῷ χωλῷ ἴασιν, τὴν Ἀνανίου καὶ Σαπφείρας ἀδυσώπητον τελευτήν, τὴν τῆς Ταβηθὰ ἐξ αὐτῶν τοῦ θανάτου βρόχων ἀνάστασιν, τὴν Κορνηλίου δι' ἀγγελικῆς ἐπιστασίας μεταβολὴν καὶ μετάθεσιν, τὴν διὰ τῆς σκιᾶς τοῦ σώματος τοῖς ἀσθενοῦσι προσγινομένην ἀνάρρωσιν· ὅσας τε καθυπέμεινε θλίψεις, καθέρξεις, ἐπὶ βημάτων παραστάσεις· ὅπως τε ὑπὲρ Χριστοῦ μαστιχθεὶς ἔχαιρεν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ καταξιωθεὶς ἀτιμασθῆναι· τὰς μετὰ παῤῥησίας ἐκείνας πρὸς Ἰουδαίους δημηγορίας· καὶ ὅπως ἐξ ἀγραμμάτου καὶ ἰδιωτικοῦ στόματος λόγοι σοφίας ἔμπλεοι θείας ἐξεπορεύοντο· τὸν διὰ προσευχῆς γεγονότα σεισμὸν, καὶ τὸ συνεληλυθὸς πλῆθος πρὸς πίστιν ἐφελκυσάμενον.