Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In decollationem sancti Joannis [Sp.] 1.1
Not analysed yet
Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράττεται, πάλι ὀρχεῖται, πάλιν ἐπιζητεῖ τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ ἀνόμως ὑπὸ Ἡρώδου ἀποτμηθῆναι. Πάλιν Ἰεζάβελ περιέρχεται ζητοῦσα τοῦ Ναβουθαὶ τὸν ἀμπελῶνα ἁρπάσαι, καὶ τὸν ἅγιον Ἠλίαν καταδιῶξαι ἐπὶ τὰ ὄρη. Οἶμαι δὲ μὴ μόνον ἐμὲ εἰς ἔκστασιν τυγχάνειν, ἀλλὰ καὶ πάντας ὑμᾶς τοὺς ἀκούοντας τῆς τοῦ Εὐαγγελίου φωνῆς, καὶ θαυμάζειν σὺν ἐμοὶ τὴν μὲν Ἰωάννου παῤῥησίαν τὴν δὲ Ἡρώδου κουφότητα, καὶ τὴν τῶν ἀθέων γυναικῶν θηριώδη μανίαν. Τί γὰρ ἠκούομεν; Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔθετο ἐν φυλακῇ. Διὰ τί; Διὰ Ἡρωδιάδα γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ ψέξειεν ἄν τις τὴν Ἡρώδου κουφότητα ὑπὸ δυστήνων γυναικῶν παραχθεῖσαν. Τί δ' ἄν τις εἴποι, ἢ πῶ τις ἐκφράσειε τὴν τῶν γυναικῶν ἐκείνων ἀκόλαστον πονηρίαν; Ἐμοὶ μὲν δοκεῖ μηδὲν εἶναι ἐν κόσμῳ θηρίον ἐφάμιλλον γυναικὸς πονηρᾶς. Ἀλλὰ νῦν ἐμοὶ περὶ πονηρᾶς ὁ λόγος, οὐ περὶ ἀγαθῆς καὶ σώφρονος. Οἶδα γὰρ πολλὰς εὐσχήμονας καὶ ἀγαθὰς, ὧν με δεῖ μνημονεῦσαι τὸν βίον πρὸς οἰκοδομὴν καὶ ἔρωτα τῶν καλῶν. Οὐδὲν τοίνυν θηρίον ἐν κόσμῳ ἐφάμιλλον γυναικὸς πονηρᾶς. Τί λέοντος δεινότερον ἐν τετραπόδοις; Ἀλλ' οὐδέν. Τί δὲ ὠμότερον δράκοντος ἐν ἑρπετοῖς; Ἀλλ' οὐδέν. Πλὴν καὶ λέων καὶ δράκων ἐν τῷ κακῷ ἐλάττω τυγχάνουσι Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ σοφώτατος Σολομὼν, λέγων· Συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδόκησα, ἢ μετὰ γυναικὸς πονηρᾶς καὶ γλωσσώδους. Καὶ ἵνα μὴ νομίσῃς τὸν προφήτην εἰρωνείᾳ εἰρηκέναι, ἐξ αὐτῶν τῶν πραγμάτων κατάμαθε ἀκριβῶς. Τὸν Δανιὴλ ἐν τῷ λάκκῳ οἱ λέοντες ᾐδέσθησαν, τὸν δὲ δίκαιον Ναβουθαὶ Ἰεζάβελ ἐφόνευσε· τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξε, Δαλιλὰ δὲ τὸν Σαμψὼν ξυρήσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε· δράκοντες καὶ ἀσπίδες καὶ κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἐτρόμασαν, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμεν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέθρεψαν, Ἰεζάβελ δὲ αὐτὸν μετὰ τὴν εὐεργεσίαν τοῦ ὑετοῦ πρὸς φόνον ἐδίωκε. Τί γὰρ ἔλεγεν; Εἰ σὺ Ἠλιοὺ, καὶ ἐγὼ Ἰεζάβελ· Τάδε ποιήσαισάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, εἰ μὴ αὔριον ταύτῃ τῇ ὥρᾳ θήσομαι τὴν ψυχήν σου ὡς ἑνὸς τῶν τεθνηκότων. Καὶ ἐφοβήθη Ἠλίας, καὶ ἐπορεύθη κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τεσσαράκοντα Καὶ ἦλθεν ὑπὸ Ῥαθμὲν, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν, καὶ εἶπε· Κύριε ὁ Θεὸς, ἱκανούσθω μοι νῦν, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι οὐ κρείσσων ἐγὼ ὑπὲρ τοὺς πατέρας μου. Οἴμοι. ὁ προφήτης Ἠλίας ἐφοβήθη γυναῖκα; ὁ τὸν ὑετὸν τῆς οἰκουμένης ἐν τῇ γλώττῃ βαστάζων, ὁ πῦρ οὐρανόθεν κατενέγκας, καὶ δι' εὐχῆς νεκροὺς ἐγείρας, ἐφοβήθη γυναῖκα; Ναὶ, ἐφοβήθη. Οὐδεμία γὰρ κακία συγκρίνεται γυναικὶ πονηρᾷ. Μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ Σοφία λέγουσα, ὅτι Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Ὢ τὸ κακὸν τοῦ διαβόλου καὶ ὀξύτατον ὅπλον. διὰ γυναικὸς ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐν παραδείσῳ κατέτρωσε· διὰ γυναικὸς τὸν πραότατον Δαυῒδ πρὸς τὴν τοῦ Οὐρίου δολοφονίαν ἐξέμηνε· διὰ γυναικὸς τὸν σοφώτατον Σολομῶντα πρὸς παράβασιν κατέστρωσε· διὰ γυναικὸς τὸν ἀνδρειότατον Σαμψῶνα ξυρήσας ἐτύφλωσε· διὰ γυναικὸς τοὺς υἱοὺς Ἠλεὶ τοῦ ἱερέως ἠδάφισε· διὰ γυναικὸς τὸν εὐγενέστατον Ἰωσὴφ ἐν φυλακῇ δεσμεύσας κατέκλεισε· διὰ γυναικὸς τὸν παντὸς κόσμου λύχνον Ἰωάννην ἀπέτεμε. Τί δὲ λέγω περὶ ἀνθρώπων; Διὰ γυναικὸς τοὺς ἀγγέλους οὐρανόθεν κατέβαλε· διὰ γυναικὸς πάντας κατασφάζει, πάντας φονεύει, πάντας ἀτιμάζει, πάντας ὑβρίζει. Γυνὴ γὰρ ἀναιδὴς οὐδενὸς φείδεται· οὐ Λευΐτην τιμᾷ, οὐχ ἱερέα ἐντρέπεται, οὐ προφήτην αἰδεῖται. Ὢ κακὸν κακοῦ κάκιστον γυνὴ πονηρά. Κἂν μὲν πενιχρὰ ᾖ, τῇ κακίᾳ πλουτεῖ· ἐὰν δὲ πλοῦτον ἔχῃ τῇ πονηρίᾳ συνεργοῦντα, δισσὸν τὸ κακὸν, ἀφόρητον τὸ ζῶον, ἀθεράπευτος νόσος, ἀνήμερον θηρίον. Ἐγὼ οἶδα καὶ ἀσπίδας κολακευομένας ἡμεροῦσθαι, καὶ λέοντας καὶ τίγρεις καὶ παρδάλεις τιθασσευομένας πραΰνεσθαι· γυνὴ δὲ πονηρὰ καὶ ὑβριζομένη μαίνεται, καὶ κολακευομένη ἐπαίρεται. Κἂν ἔχῃ ἄνδρα ἄρχοντα, νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς λόγοις αὐτὸν ἐκμοχλεύουσα πρὸς δολοφονίαν ὀξύνει, ὡς Ἡρωδιὰς τὸν Ἡρώδην· κἂν πένητα ἔχῃ ἄνδρα, πρὸς ὀργὰς καὶ μάχας αὐτὸν διεγείρει· κἂν χήρα τυγχάνῃ, αὐτὴ δι' ἑαυτῆς τοὺς πάντας ἀτιμάζει. Φόβῳ γὰρ Κυρίου οὐ χαλινοῦται τὴν γλῶτταν, οὐκ εἰς τὸ μέλλον κριτήριον ἀποβλέπει, οὐκ εἰς Θεὸν ἀναβλέπει, οὐ φιλίας οἶδε θεσμοὺς φυλάττειν. Οὐδέν ἐστι γυναικὶ πονηρᾷ τὸν ἴδιον ἄνδρα παραδοῦναι εἰς θάνατον. Ἀμέλει γοῦν τὸν δίκαιον Ἰὼβ ἡ ἰδία γυνὴ πρὸς θάνατον τῆς βλασφημίας παρεδίδω, λέγουσα· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὢ φύσεως πονηρᾶς. ὢ προαιρέσεως ἀνοσίας. Οὐκ ἠλέησεν ὁρῶσα τοῦ ἰδίου ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν φλυκταινῶν, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων καιόμενα, καὶ ὅλας τὰς σάρκας τοῖς σκώληξι συνειλημμένας· οὐκ ἐκάμφθη πρὸς οἶκτον, ὁρῶσα αὐτὸν ὅλον δι' ὅλου ἑλισσόμενον, καὶ κάμνοντα καὶ ἀγωνιῶντα, καὶ συνεχῆ ἄσθματα μετὰ πόνου κεχηνότι τῷ στόματι φέροντα. Οὐκ ἐμειλίχθη πρὸς εὐσπλαγχνίαν ὁρῶσα τόν ποτε ἐν βασιλικῇ πορφυρίδι προσιόντα, τότε ἐπὶ κοπρίας κείμενον γεγυμνωμένον τῷ σώματι· οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐτὸν ἀρχαίας συνηθείας, οὐδ' ὅσα δι' αὐτὸν ἐπίδοξα καὶ καλὰ ἤνθησεν αὕτη. Ἀλλὰ τί; Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὢ χάρις γυναικός. ὢ μάλαγμα ὀδύνων προμαλακτήριον. ὢ φιλίας ὁμοζύγου θεσμός. Ἆρα σοῦ ποτε ἀῤῥωστούσης τοιοῦτον ἐφθέγξατο ῥῆμα, καὶ οὐχὶ εὐχαῖς καὶ εὐποιίαις τὴν νόσον σου ἀπέσμηξεν; οὐκ ἤρκει γὰρ αὐτῷ ἡ πρόσκαιρος παιδεία, ἀλλὰ καὶ αἰώνιον αὐτῷ προξενεῖς τὴν κόλασιν διὰ τῆς βλασφημίας; ἢ οὐκ οἶδας, ὅτι Πᾶσα βλασφημία καὶ ἁμαρτία ἀφεθήσεται ἀνθρώποις· ἡ δὲ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου βλασφημία, οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι; Θέλεις ἰδεῖν καὶ ἄλλην τῆς πονηρίας ταύτης ὁμόζυγον; Ἴδε μοι τὴν Δαλιλάν. Καὶ γὰρ ἐκείνη τὸν ἀνδρειότατον Σαμψῶνα ξυρήσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε, τὸν ἴδιον ἄνδρα τὸν ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ὃν ἐθώπευεν, ὃν ἐκολάκευεν, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾷν ὑπεκρίνατο· ὃν χθὲς ἠγάπα, σήμερον ἠπάτα· ὂν χθὲς ἔθαλπεν ἀγαπῶσα, σήμερον ἔθαπτεν ἀπατῶσα. Καὶ μὴν οὐκ ἦν ὡραῖος; Καὶ τίς αὐτοῦ ὡραιότερος κατ' ἐκεῖνο καιροῦ, ὃς ἑπτὰ βοστρύχους ἐπὶ κεφαλῆς ἔφερε, τῆς ἑπταφώτου χάριτος τὴν εἰκόνα βαστάζων; Καὶ μὴν οὐκ ἦν ἀνδρεῖος; Καὶ τίς αὐτοῦ ἀνδρειότερος, ὅς γε λέοντα φοβερὸν ἐν ὁδῷ μόνος ἀπέπνιξε, καὶ ἐν μιᾷ σιαγόνι ὄνου χιλίους ἀλλοφύλους κατέστρωσεν; Ἀλλὰ καὶ οὐχ ἅγιος ἦν; Τοσοῦτον ἦν ἅγιος, ὡς διψήσαντα αὐτόν ποτε ἐν σπάνει ὕδατος εὔξασθαι, καὶ ἐκ τῆς κατεχομένης ἐν τῇ χειρὶ αὐτοῦ σιαγόνος νεκρᾶς ὕδωρ πηγάσαι, κἀκεῖθεν τὸ ἴαμα τῆς δίψης ἀρύσασθαι. Καὶ τὸν οὕτως ὡραῖον, τὸν οὕτως ἀνδρεῖον, τὸν οὕτως ἅγιον, ἡ ἰδία γυνὴ, ὡς πολέμιον δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε. Καὶ πόθεν ἆρα γυνὴ τοῦ οὕτως ἀνδρείου κατίσχυσεν; Ἐκ τῆς οἰκείας τοῦ ἀνδρὸς ἀγαθότητος. Τὸ γὰρ μυστήριον αὐτοῦ τῆς ἰσχύος νύκτωρ ἀποσυλήσασα, γυμνὸν αὐτὸν ἱμᾶσιν ἰσχυροῖς κατέστρεψε. Διὰ τοῦτο παραγγέλλει σοι ἡ Σοφία· Ἀπὸ τῆς συγκοίτου σου φυλάσσου τοῦ ἀναθέσθαι τι αὐτῇ. Ποῖον, εἰπέ μοι, θηρίον κατὰ τοῦ ἰδίου ἄῤῥενος τοιαῦτα ἐμελέτησε πώποτε; τίς δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπολέσθαι θέλει; ποία δὲ λέαινα τὸν ἴδιον ἄῤῥενα πρὸς σφαγὴν παραδίδωσιν; Ὁρᾷς ὅτι ἐπιτετευγμένως εἶπεν ἡ Σοφία, ὅτι Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός; Καὶ ἁπαξαπλῶς, ὁ ἔχων γυναῖκα πονηρὰν, γινωσκέτω ἤδη τοὺς τῶν ἀνομιῶν αὐτοῦ κεκομίσθαι μισθούς. Οὐκ ἀμάρτυρος ὁ λόγος· ἄκουε τῆς Σοφίας λεγούσης· Γυνὴ πονηρὰ ἀνδρὶ ἀνόμῳ δοθήσεται ἀντὶ ἔργων πονηρῶν. Ἀλλὰ περὶ πονηρᾶς γυναικὸς ὁ λόγος ἄχρι τούτου ἐχέτω ὅρον.