Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In decollationem sancti Joannis [Sp.] 2.1
Not analysed yet
Δεῖ δὲ ἡμᾶς μνημονεῦσαι καὶ τὰς ἀγαθὰς μάλιστα διὰ τὰς παρούσας. Αἱ γὰρ ἀγαθαὶ τὰς τῶν ἀγαθῶν ἀρετὰς ὡς ἰδίας ὁρῶσι, καὶ τοὺς ἐκείνων πόνους ὡς ἰδίους στεφάνους εἶναι λογίζονται. Γυνὴ ἀγαθὴ καὶ φιλόξενος ἦν ἡ μακαρία Σουναμῖτις, ἥτις τὸν ἄνδρα παρακαλέσασα, δωμάτιον ᾠκοδόμησε τῷ Ἑλισσαίῳ, ἵνα διερχόμενος ἀκωλύτως ἔχῃ τὴν ἀνάπαυσιν, τεθεικυῖα αὐτῷ κλίνην καὶ λυχνίαν καὶ τράπεζαν· κλίνην οὐ κενὴν ἱματίων, ἀλλ' ἔχουσαν πρέποντα τῷ προφήτῃ τὰ στρώματα· λυχνίαν οὐκ ἄνευ λύχνου, ἀλλὰ σὺν τῷ ἄρδοντι ἐλαίῳ τὸ φῶς· τράπεζαν οὐκ ἔρημον ἄρτων, ἀλλ' ἔγκαρπον ἐδεσμάτων. Τί δ' ἄν τις εἴπῃ περὶ τῆς μακαρίας ἐκείνης χήρας τῆς τὸν προφήτην Ἠλίαν ὑποδεξαμένης; ᾗ οὐδὲν ἐνεπόδιζεν ἡ πενία τῶν χρημάτων, διὰ τὸ πλούσιον τῆς προαιρέσεως; ᾗ οὐ παρῆν οὐ σῖτος, οὐκ οἶνος, οὐ προσέψημα, οὐκ ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν. Οὐ χώρα αὐτῇ σιτοφόρος σπέρμα ἄρτου προσέφερεν· οὐκ ἄμπελος αὐτῇ γλυκόῤῥυτον βότρυν ἐγεώργει· οὐ δένδρον αὐτῇ ὀπώρας καρπὸν ἥδιστον προσέφερε. Πῶς γὰρ, ᾗ οὔτε σπιθαμὴ γῆς ἀροσίμου τόπος ὑπῆρχεν, οὔτε πηχυαῖον ἔδαφος πρὸς ἀμπέλου φυτείαν; ἀλλ' ἀεὶ ἐν τῷ καιρῷ τοῦ θέρους ἐν ταῖς ἀρούραις κυρτοβατοῦσα, τοὺς ἀποπίπτοντας τῶν δρεπανιστῶν παλάμαις ἀστάχυας ἐρανιζομένη, συμμεμετρημένην τῷ ἐνιαυσιαίῳ κύκλῳ τοῦ χρόνου τὴν τροφὴν ἀπετίθετο. Πρὸς ταύτην ἀπῆλθεν Ἠλίας ἐν τῷ καιρῷ τοῦ λιμοῦ, ὅτε πᾶσα ἡ γῆ ἐκ τῆς ἀβροχίας σχεδὸν διεθρύπτετο· ὅτε οὐρανὸς ἐπεπύρωτο, καὶ ὁ ἀὴρ ἐχαλκοῦτο, καὶ αἱ νεφέλαι ἐχαλινοῦντο· ὅτε οὐ βοτάνη, οὐκ ἄνθος, οὐκ ἀκροδρύων βλαστὸς, οὐκ αὔρα ἔνδροσος, οὐ στάχυος ἀκμὴ ἐσαλεύετο· ὅτε ποταμοὶ ἐλεπτύνθησαν, καὶ πηγαὶ τοὺς μαζοὺς τῶν ὑδάτων τῷ καύσωνι ἔσφιγξαν, καὶ θάλασσα ἐξηλμίσθη, μὴ ἐπεισερχομένων αὐτῇ γλυκέων ὑδάτων καὶ ὄμβρων ἀνασταλέντων. Τότε ἀπῆλθεν Ἠλίας πρὸς τὴν πενιχρὰν καὶ τὴν χήραν. Οἷα δὲ πάσχει χήρα καὶ ἐν καιρῷ εὐθηνίας, οἴδατε. Καὶ ἀφῆκε τοὺς πλουσίους ὁ προφήτης, τοὺς ἔχοντας δαψιλῶς ἄρτους, καὶ καταβὰς ἀπὸ τοῦ ὄρους, ἦλθε πρὸς αὐτήν. Διὰ τί γὰρ μᾶλλον ὁ πῦρ οὐρανόθεν ῥήμασι κατενέγκας, ἄρτους ἑαυτῷ οὐ κατήνεγκε; μὴ οὐκ ἠδύνατο; Ναὶ, ἠδύνατο· ἀλλὰ τοῦτο οὐκ ἐποίησε. Διὰ τί; Ἵνα μὴ τῆς φιλοξενίας τοὺς καρποὺς στερήσῃ τὴν χήραν· ἄλλως δὲ καὶ τὴν δράκα τοῦ ἀλεύρου καὶ τὸ ὀλιγοστὸν ἔλαιον διὰ τῆς εὐλογίας πληθύνει. Οὐ γὰρ τοσοῦτον ἀπῆλθεν ὁ προφήτης τραφῆναι, ὅσον θρέψαι τὴν πενιχρὰν, καὶ ἐλέγξαι κρυπτομένην καρδίαν καὶ εὐπροαίρετον. Τοῦτο ποιεῖ ὁ Θεὸς δυνάμενος πάντας τοὺς ἁγίους, τοὺς ὄντας ἐν κόσμῳ, δι' ἑαυτοῦ θρέψαι· ἐπέχει τὴν δόσιν, ἵνα τὰς εὐπροαιρέτους καρδίας ἐν τῷ τῆς φιλοξενίας καιρῷ ἀπὸ τῶν καρπῶν διακρίνῃ. Ἐπειδὰν δὲ μὴ ὦσί τινες οἱ ὀφείλοντες αὐτοὺς ὑποδέξασθαι, ἢ δι' ὀρνέων τρέφει, ὡς τὸν Ἠλίαν ἐν τῷ ὄρει, ἢ διὰ προφήτου ξένου, ὡς τὸν Δανιὴλ ἐν τῷ λάκκῳ, ἢ διὰ θαλαττίου ζώου, ὡς τὸν Ἰωνᾶν διὰ τοῦ κήτους, ἢ αὐτὸς δι' ἑαυτοῦ τὴν τροφὴν ἐπώμβρισεν, ὡς τοῖς πατράσιν ἡμῶν ἐν ἐρήμῳ· οὐκ ὄντων γὰρ τῶν ὀφειλόντων αὐτοὺς ὑποδέξασθαι, οὐρανόθεν τὸ μάννα ἐπώμβρισε, καὶ ἐκ πέτρας ὕδωρ ἐπήγαζεν· ὅταν δὲ ὦσιν οἱ ἅγιοι ἐν κόσμῳ συναναστρεφόμενοι τοῖς ἄλλοις, ἀναστέλλει αὐτοῦ τὴν δεξιὰν χεῖρα· κἂν ὁρᾷ αὐτοὺς θλιβομένους, ἀφίησιν, ἵνα δῷ χάριν διὰ τῆς εἰς αὐτοὺς γινομένης εὐποιίας πολλῆς τοῖς βουλομένοις τὴν σωτηρίαν καρπώσασθαι. Ἀπῆλθεν οὖν Ἠλίας πρὸς τὴν χήραν, ᾗ οὐδὲν παρῆν, εἰ μὴ δρὰξ ἀλεύρου, ὅπερ μετὰ καμάτου αὐτῇ καὶ τοῖς τέκνοις αὐτῆς ἐν τῷ καιρῷ ἀρίστου ἐπήρκει. Καὶ τί πρὸς αὐτήν; Λάβε μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Αὐτῆς δὲ πορευομένης, ἐβόησεν ὀπίσω αὐτῆς· Λήψῃ δέ μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Ἡ δὲ, ὃ μὲν οὐκ εἶχεν, εἶπεν· ὃ δὲ εἶχεν, ὡμολόγησε. Τί γάρ; Ζῇ Κύριος, εἰ ἔσται μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ. Θαυμαστὸν, ὅτι ἐν τοιαύτῃ σπάνει τροφῶν τὸ παρὸν αὐτῇ τῆς πενίας λείψανον οὐκ ἠρνήσατο. Πόσοι νῦν χρυσὸν καὶ ἄργυρον ὡς πηλὸν ἔχοντες, παρακαλούμενοι τὰς εὐεργεσίας τῶν φίλων ἀνανεύουσι, καὶ κολακευόμενοι ἀρνοῦνται τὸ ἔχειν; κἂν παρακλήσει καμφθῶσι πρὸς τὴν ἐπίδοσιν, γράμματα συντάττουσι σιδήρου ἰσχυρότερα, καὶ τὴν δεχομένην χεῖρα πρῶτον τοῖς γραμματείοις δεσμεύουσιν, ἱκανοδότας καὶ μεσίτας τοῦ χρυσίου λαμβάνοντες. Ἐκείνη δὲ ἀπὸ μιᾶς φωνῆς οὐκ ἠρνήσατο τὴν δράκα τοῦ ἀλεύρου. Καὶ τί πρὸς αὐτὴν ὁ προφήτης; Σπεῦσον, καὶ ποίησόν μοι ἐγκρυφίας, ἐν πρώτοις ἐμοὶ, ἐπ' ἐσχάτῳ δὲ σεαυτῇ καὶ τοῖς τέκνοις σου. Πειρασμὸς ἦν τὸ ῥῆμα τοῦ προφήτου, δοκιμὴ καρδίας, προαιρέσεως βάσανος· καὶ ἦν ὥσπερ ὑπὸ ζυγοῦ κειμένη ἡ καρδία τῆς μακαρίας ἐκείνης, καὶ δοκιμαζομένη. Ποῦ ἆρα ῥέπει; Πρὸς τὴν τῶν τέκνων ἑαυτῆς εὔνοιαν, ἢ πρὸς τὴν τοῦ προφήτου φιλοξενίαν; Ἡ δὲ εἵλετο μᾶλλον αὐτὴν καὶ τὰ τέκνα αὐτῆς στενοχωρῆσαι, καὶ τὸν προφήτην ὑποδέξασθαι. ᾜδει γὰρ, ὅτι Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ ποτίζων ποτήριον ψυχροῦ εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Τί δέ ἐστιν ὃ εἶπεν ὁ προφήτης, Σπεῦσον; ἆρά γε τοσοῦτον ἐπείνα, ὡς δεῖσθαι σπουδῆς; Οὐ πάντως, ἀλλὰ τὸ τῆς εὐποιίας σπουδαῖον καὶ ἱλαρὸν καὶ θερμὸν, μὴ μετὰ λύπης, ἢ μετὰ ἀνάγκης· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Σπεῦσον καὶ ποίησον ἐν πρώτοις ἐμοὶ, ἐπ' ἐσχάτῳ δὲ σεαυτῇ καὶ τοῖς τέκνοις σου. Σπεῦσον, ὡς Ἀβραὰμ ἐν τῇ τῶν ἀγγέλων ἐπιδημίᾳ ἔσπευσεν ἐπὶ τοὺς βόας, ἐπὶ τὸν μόσχον, ἵνα λάβῃ τὸν ἀμνόν· καὶ ὡς Σάῤῥα ἔσπευσεν ἐπὶ τοὺς ἐγκρυφίας, ἵνα λάβῃ τὸν ἐν οὐρανοῖς κρυπτόμενον ἄρτον. Σπεῦσον, καὶ ποίησον ὡς Ἀβραὰμ τὰς θυσίας τῷ Θεῷ· μὴ πρότερον σαυτῇ, καὶ τότε ἐμοὶ, ὡς Κάϊν, καὶ Ὀφνὶ, καὶ Φινεὲς, υἱοὶ Ἠλὶ τοῦ ἱερέως, οἵτινες τὸν Θεὸν παρύβριζον, πρῶτοι τὰς ἀπαρχὰς λαμβάνοντες τῶν τῷ Θεῷ προσφερομένων δώρων. Ἡ δὲ τὸ προστεταγμένον σπουδαίως ἐποίει. Ὁ δὲ τὸν ἄρτον ἐγκρυφίαν πλούσιον θεασάμενος ἐδέξατο, ἐφθέγξατο, καὶ τὸν οἶκον αὐτῆς ἐνέπλησεν ἀγαθῶν. Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἡ δρὰξ τοῦ ἀλεύρου ἐκ τῆς ὑδρίας, καὶ τὸ ἔλαιον ἐκ τοῦ καμψάκου, ἕως τοῦ δοῦναι τὸν Κύριον ὑετὸν ἐπὶ τὴν γῆν. Διὰ τί ἕως τότε; Καὶ ἀναγκαίως. Ἔδει γὰρ τῆς καινῆς χάριτος ὡς ὑετοῦ ἐλθόντος, τὸν παλαιὸν νόμον λαβεῖν τέλος. Καὶ ἠκολούθει τὸ ἔργον τῷ λόγῳ. Ὁρᾷς πῶς τῆς φιλοξενίας τοὺς καρποὺς ἐτρύγησαν αἱ ἀγαθαί; Ἀγαθῶν γὰρ πόνων καρποὶ εὐκλεεῖς, καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως. Ἠκούσατε, γυναῖκες, τὰς τῶν πονηρῶν γυναικῶν πράξεις, καὶ τὰς τῶν ἀγαθῶν ἀρετάς. Τὰς μὲν οὖν ἀγαπήσατε, τὰς δὲ μὴ ποθήσατε· καὶ τὰς μὲν μιμήσασθε, τὰς δὲ μισήσατε, ἵνα τὸν αὐτῶν δρόμον, τῶν καλῶν λέγω, ἰχνηλατήσαντες, εἰς τὸν αὐτὸν τῶν ἁγίων χορὸν ἀριθμηθῆτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.