Ancient Greek · ~13 min
Sect 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.] 5.1
Not analysed yet
Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ. Πάλιν ἐνταῦθα κελεύει μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ὑπισχνεῖσθαι τῷ θεῷ. Ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ καὶ σὺ ἐπὶ τῆς γῆς· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. Τουτέστιν, δυνήσεταί σε κολάσαι. Εἰ γὰρ ἀνθρώπῳ πολλάκις διαλεγόμενος ἁμαρτήσει, πολλῷ μᾶλλον τῷ θεῷ. Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων. Ἐνταῦθα τὴν φαντασίαν φησίν· τὰ ψευδῆ πράγματα ἐνύπνιά φησιν· συμβαίνει γάρ σε καὶ ψεύσασθαι. Ὁρᾷς πόσα περὶ ὑποσχέσεως φησίν; Καθὼς εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν. Σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι. Μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου. Μὴ πάσας βουλεύου βουλὰς ὡς γινομένας τὴν σάρκα ἀπολλύειν, οἷον μοιχείας, πορνείας. Μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι· ἄγνοιά ἐστιν, Ὁρᾷς πόσος σου προνοίας λόγος, ἵνα μὴ καὶ τούτου δίκην δῷς καὶ διαφθαρῇ τὰ ποιήματα τῶν χειρῶν σου, ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν. Τὰ ποιήματά σου· τὰ ψευδῆ καὶ πεφαντασμένα καὶ οὐδὲν ἔχοντα ἀληθές. Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι. Μὴ θαύμαζε, φησίν, ἐπὶ ταῖς ἀδικίαις. Ὑψηλὸς ἐπάνω ὑψηλοῦ. Τοῦ γὰρ ἀδικοῦντος ἕτερός ἐστιν πολέμιος. Καὶ ὑψηλοὶ ἐπ' αὐτοῖς. [Καὶ περισσεία γῆς.] Ὥσπερ οὐκ ἔστιν οὗτος μόνος ὑψηλός, ἀλλὰ καὶ ἄλλος. Καὶ περισσεία γῆς. Ὥσπερ αὕτη πολλή, οὕτως καὶ ὑψηλὴ ἡ πρόσοδος. Ἢ ὅτι ἔχει δοῦναι τῷ ἀδικουμένῳ. Ἵνα γὰρ μὴ λέγῃς· καὶ τί τὸ ὄφελος; Μετὰ τὸ ἀδικηθῆναι οὐχ ὁρᾷς πλουτοῦντα. Εἶτα καὶ ἑτέρωθεν· Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα; Τουτέστιν, τὸν πόθον αὐτῶν στῆσαι ἀδύνατον. Κἂν ἅπαντα λάβῃ, πλειόνων ἐφίεται, ὥστε τὸν μέλλοντα ἀργυρίου ἐμπίμπλασθαι οὐ πολλὰ περιβάλλεσθαι χρή, ἀλλὰ τὸν πόθον καταλῦσαι τὸν περὶ τὰ χρήματα. Ἄν τε χρήματα ἄν τε γενήματά τις φιλῇ, περιττὸν οὐδέν. Τοῦτο περιττόν, ὅτι πολλοὶ οὐ θέλουσι τὰ γενήματα αὐτῶν. Καί γε τοῦτο ματαιότης. Ἐν πλήθει ἀγαθωσύνης ἐπλήσθησαν ἐσθίοντες αὐτήν· καὶ <τί> ἀνδρεία τῷ παρ' αὐτῆς; Ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ. Τί τὸ περισσόν; φησίν. Ἀνδρεία πεποιημένη, ἄνω εἶπεν· τουτέστιν, τί τὸ κέρδος ἀπὸ τῆς εὐφορίας; Τὸ συνεχῶς ἐνορᾶν, πλέον δὲ οὐδέν, καὶ ἀρχὴν λαμβάνειν τοῦ βλέπειν εἰς αὐτά. Εἶτα ἑτέρωθεν αὐτὸ βάλλει πάλιν. Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, εἰ πολὺ φάγεται. Ὅτι γὰρ οὐδὲν τὸ περισσόν ἐστιν, ὁμοῦ ἡδονὴ παραγίνεται καὶ ἐν τούτῳ καὶ ἐν ἐκείνῳ. Οὐ διὰ τοῦτο πάντα ποιοῦμεν, δι' ἡδονήν; Καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ὁ ἀφίων αὐτὸν τοῦ καθεύδειν. Ὁ δὲ ἀπολαύων πλειόνων οὐ δύναται καθεύδειν ἐν ἡδονῇ. Εἶτα λέγει ὅτι οὐδὲ εἰς αὐτοὺς παραπέμπεται ὁ πλοῦτος. Ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ, καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱὸν καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. Καθῶς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἀποστρέψει τοῦ πορευθῆναι ὡς ἥκει. Ὅταν γὰρ ἴσως ἀφικνεῖται ὥσπερ ἦλθεν γυμνός, τί τὸ κέρδος; Ὅσα ἐνομοθέτησεν ὁ θεός, οὐκ ἀφίησιν μετ' αὐτῶν ἀπελθεῖν. Πολλάκις καὶ ἐνταῦθα ὄντας κατέλειψεν· πολλάκις μὴ καταλειφθείς, πλείοσιν κακοῖς περιέβαλεν τοὺς λοιπούς.