Ancient Greek · ~10 min
Sect 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.] 6
Not analysed yet
Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ ψυχὴ αὐτοῦ <οὐκ> ἐμπλησθήσεται, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα. Ἑλώμεθα τοῦτον ὑπὲρ τοῦτον τήμερον. Τὸ ἔκτρωμα, τί φησιν; Μᾶλλον ὑπὲρ ἐκεῖνον ἀναπαυέσθω οὗτος. Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ. Ὅρα πῶς λανθανόντως διαβάλλει τὴν τρυφήν. Ὅσα ἂν μοχθήσῃς οὐκ ἐκεῖ τελευτᾷ; Τίνος ἕνεκεν πολλὰ περιβάλλῃ; Τίνος ἕνεκεν φείδῃ; Τίνος ἕνεκεν οὐκ ἀναλίσκεις; Τίνος ἕνεκεν φοβῇ καὶ πλειόνων ἐφίεσαι; Οὐχ ἓν στόμα μέλλει δέχεσθαι τὸ πᾶν; Τί σοι πλέον κτᾷ φειδωλίας; Οὐκ εἰς αὐτὸν ἀπελεύσῃ τὸν τόπον τῷ τρυφήσαντι; Ὅτι περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; Ἄρα ἀπὸ συνέσεως τοῦτο. Διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς. Ὅταν γὰρ πένης μὲν τρυφᾷ, πλούσιος δὲ μηκέτι, οὐκ ἀπὸ σοφίας καὶ ἀνοίας τοῦτο; Ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ περίσσευμα ψυχῇ. Βέλτιον εὐφραίνεσθαι, φησίν, τοῖς ὀφθαλμοῖς ἢ ἔχειν ἀποκείμενα ἐκεῖνα ἃ οὐ βλέπει ὀφθαλμός. Καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ. Τουτέστιν, γνωστὰ τοῖς ἀνθρώποις ἐστίν. Καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος· οὐδέν. Οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν. Μετὰ τοῦ θεοῦ, φησίν· οὐ δυνήσεται τὸν λόγον αὐτὸν ἀπαιτῆσαι. Ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. Ὅτι ἐν πολλοῖς λόγοις ἐλέγχεται, ἢ ὅτι καὶ αὐτὸς πολλὰ ποιεῖ μάταια. Οὐ δύναται ἐγκαλέσαι ὑπὲρ τῆς φύσεως, ὅτι φθαρτή· καὶ γὰρ ὁ βίος αὐτοῦ πολλῷ χείρων. Ὅτι τίς οἶδεν τί ἀγαθὸν [ἐν] τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ αὐτοῦ; Οὐδεὶς οἶδεν. Οὐκ ἆρα ἔγκλημα; Πάνυ· δι' αὐτὸ τοῦτο ὅτι οὐκ ἴσασιν τὸ συμφέρον, ἀλλ' ὥσπερ ἐν σκότῳ οἰκοῦσιν, ὥστε οὔτε κριθῆναι δύνανται πρὸς τὸν θεόν, οὐδέ τι ἀποκρίνασθαι ἴσασιν. Ταχέως αὐτὸ ἐρεῖ. Οἱ δὲ τὰ οἰκεῖα συμφέροντα ἀγνοοῦντες, πῶς δυνήσονται δικάζεσθαι τῷ θεῷ; Ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ· καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ. Ἐποίησεν αὐτὰ ἀφανῆ· τοῦτο γάρ ἐστιν ὡς ἐν σκιᾷ. Ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον; Τὰ γὰρ πράγματα κατὰ πάντα τὸν βίον κρίνει ὁ θεός· πολλάκις τὸ τέλος τῶν πραγμάτων ἐν ἑτέρᾳ γενεᾷ ἔδωκεν, ὥστε τὸν μέλλοντα τὴν κρίσιν αὐτοῦ μανθάνειν ζῆν ἀεὶ χρόνον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ μηδὲν ἕτερον, τὸ ὀλιγοχρόνιον ἡμᾶς ἀφαιρεῖται. Τί γάρ; Εἰ μέλλεις ἐγκαλεῖν τῷ θεῷ ὅτι σε ταχέως ἀνήρπασεν ἀπὸ τοῦ κόσμου, εἶτα μετὰ ταῦτα συνέβη δεινὰ εἶναι, οὐκ ἔχων εἰδέναι αὐτὰ τὰ μετὰ σέ, οὐδὲν ἔχεις λέγειν, ἀλλὰ ἁλίσκῃ.