Ancient Greek · ~6 min
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.] 8
Not analysed yet
***καὶ ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον. Τοσαῦτα εἰδώς, τοῦτο ἀγνοεῖν φησιν, ἀλλὰ δεῖ πιστεύειν· ἔσται γὰρ κρίσις. Παντὶ γὰρ καιρός ἐστιν πράγματι, ὥστε ἀπὸ στοχασμοῦ τοῦτο καλῶς συνίστατο. Ὅτι μὲν οὖν ἔσται κρίσις δῆλον, πότε δὲ οὐ δῆλον. Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο αὐτὸ δείκνυται, ἀλλὰ καὶ <ἀπὸ> τοῦ μὴ δυνηθῆναι κωλῦσαι θάνατον, μηδὲ ἀποστεῖλαί τινα μέλλοντα κινδυνεύειν ἐκ πολέμου δυνατὸν αὐτῷ· ἀλλὰ κακῶς μὲν ποιῆσαι ἐξουσίαν ἔχει· καὶ ὅμως, μετὰ τὸ ποιῆσαι, πάλιν κολάζονται καὶ τιμωροῦνται. Ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν τὸ ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου, καὶ ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν. Καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν γιγνομένη ἀντίρρησις ἀπὸ τῶν ποιούντων τὸ πονηρόν. Τουτέστιν, οὐ καταγιγνώσκουσιν αὐτῶν, οὐκ ἐναντιοῦνται αὐτοῖς· ἦ γὰρ ἀνεπαύσαντο; Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ. Ἐν ἀναπαύσει, φησίν. Ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ. Ἔστιν ματαιότης, ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καί εἰσιν ἀσεβεῖς, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων [πνεῦμα]· καί γε τοῦτο ματαιότης. Τουτέστιν, πολλάκις δόξαν ἔλαβεν πονηρὰν δίκαιος καὶ ἀγαθὴν ἀσεβής, ἀλλὰ καὶ τοῦτο μάτην, ὡς πεποιημένου, φησίν, οὐ πεποιημένου. Οὐ δυνήσεται ἄνθρωπος εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει.