Ancient Greek
ΟΜΙΛΙΑ ΙΒ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 1.1-11
Not analysed yet
Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. α. Καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς, συνέστησε τὸν ἄνδρα ἀπὸ ἀγάπης· ἀγάπην δὲ δείκνυσι καὶ τὸ ἐγκωμιάζειν· ὅπερ ἐξ ἀρχῆς εἶπεν· Ὁ δηλώσας ἡμῖν, φησί, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Ἀγάπην δείκνυσι καὶ ποιεῖ φιλεῖσθαι καὶ τὸ ὑπερεύχεσθαι. Συνίστησι δὲ αὐτόν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ (τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑμῶν, ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρί, ἅτε τοιούτους φέροντες ἄνδρας. Καὶ πάντοτε, φησίν, ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς. Οὐχ ἁπλῶς εἶπεν, Εὐχόμενος, ἀλλ’, Ἀγωνιζόμενος, τρέμων καὶ δεδοικώς. Μαρτυρῶ γὰρ αὐτῷ, φησίν, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ἀξιόπιστος μάρτυς. Ὅτι ἔχει, φησί, ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Σφόδρα ὑμᾶς ἀγαπᾷ, καὶ ἐκκαίεται τῷ περὶ ὑμᾶς φίλτρῳ. Καὶ τῶν ἐν Λαοδικείᾳ, φησί, καὶ τῶν ἐν Ἱεραπόλει. Κἀκείνοις αὐτὸν συνίστησιν. Ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι; Εἰκὸς μὲν οὖν αὐτοὺς ἀκοῦσαι· πλὴν καὶ τῆς Ἐπιστολῆς ἀναγινωσκομένης, ἐμάνθανον. Ποιήσατε γάρ, φησίν, ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ. —Ἵνα στῆτε, φησί, τέλειοι. Ἅμα καὶ κατηγορεῖ αὐτῶν, καὶ ἀνεπαχθῶς παραινεῖ καὶ συμβουλεύει. Ἔνι γὰρ καὶ τέλειον εἶναι, καὶ μὴ ἑστάναι, ὡς ἐάν τις πάντα μὲν εἰδῇ, σαλεύηται δὲ ἔτι· ἔνι καὶ μὴ τέλειον εἶναι, καὶ ἑστάναι, ὡς ἐάν τις μέρος μὲν εἰδῇ, ἕστηκε δὲ οὐ βεβαίως. Ἀλλ’ οὗτος ἀμφότερα εὔχεται, Ἵνα στῆτε, φησί, τέλειοι. Ὅρα ποῦ πάλιν αὐτοὺς ὑπέμνησε τοῦ περὶ τῶν ἀγγέλων λόγου, καὶ περὶ τοῦ βίου. Καὶ πεπληρωμένοι, φησίν, ἐν παντὶ θελήματι τοῦ θεοῦ. Οὐ γὰρ ἁπλῶς ἀρκεῖ τὸ θέλημα ποιεῖν. Ὁ πεπληρωμένος οὐκ ἀφίησιν ἄλλο θέλημα εἶναι ἐν αὐτῷ, ἐπεὶ οὐ πεπληροφόρηται. Μαρτυρῶ γὰρ αὐτῷ, φησίν, ὅτι ἔχει ζῆλον πολύν. Καὶ ζῆλον, καὶ πολύν· ἀμφότερα ἐπιτάσεως· ὥσπερ καὶ αὐτός φησι Κορινθίοις γράφων· Ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός. Οὗτός ἐστιν ὁ εὐαγγελιστής. Οὐ τοῦτον δὲ ταπεινῶν, ὕστερον τίθησιν, ἀλλ’ ἐκεῖνον ἐπαίρει τὸν Ἐπαφρᾶν. Εἰκὸς εἶναι καὶ ἄλλους καλουμένους τῷ ὀνόματι τούτῳ. Καὶ Δημᾶς. Εἰπὼν δέ, Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρός, προσέθηκεν, Ὁ ἀγαπητός. Ἐγκώμιον καὶ τοῦτο οὐ μικρόν, ἀλλὰ καὶ σφόδρα μέγα, τὸ Παύλου εἶναι ἀγαπητόν. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν, καὶ τὴν κατ’ οἶκον αὐτοῦ ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτοὺς, οὐ τῷ ἀσπάσασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἀντιδοῦναι. Εἶτα πάλιν χαρίζεται, κατ’ ἰδίαν αὐτὸν προσαγορεύων. Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον. Οὐδὲ γὰρ μικρόν ἐστιν, ὅταν μὴ μετὰ τῶν λοιπῶν ἀριθμῆται. Ὅρα γοῦν πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴ γε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ. Ἐμοὶ δοκεῖ εἶναί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι. Καὶ τούτοις μείζων ἦν ἡ ὠφέλεια, ὅταν ἑτέρων ἐγκαλουμένων, τὰ οἰκεῖα ἁμαρτήματα ἐπιγινώσκωσι. Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Τινὲς λέγουσιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην, ἀλλὰ τὴν παρ’ αὐτῶν Παύλῳ· οὐ γὰρ εἶπε, τὴν πρὸς Λαοδικέας, ἀλλά, Τὴν ἐκ Λαοδικείας, φησί, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν; Ἴσως οὐκ ἐδεῖτο, ἀλλὰ ψιλῆς μόνης ὑπομνήσεως, ὥστε σπουδαιότερος εἶναι. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Τοῦτο γνησιότητος καὶ φιλίας τεκμήριον, τὸ καὶ τὰ γράμματα ὁρᾷν, καὶ πάσχειν τι πρὸς ταῦτα. Μνημονεύετέ μου τῶν δεσμῶν. Βαβαί, πόση παράκλησις. Τοῦτο γὰρ ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι καὶ γενναιοτέρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας· οὐ μόνον δὲ γενναιοτέρους, ἀλλὰ καὶ οἰκειοτέρους αὐτοὺς ἐποίει. Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν.