Ancient Greek
ΟΜΙΛΙΑ ΙΑ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 3.1-10
Not analysed yet
γ. Ὅρα γὰρ καὶ ὁ Παῦλος ἡνίκα εἰς τὰς Ἀθήνας παρεγένετο, πῶς αὐτοῖς διελέγετο. Οὐκ εἶπεν, Ὦ μιαροὶ καὶ παμμίαροι· ἀλλὰ τί; Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Πάλιν ὅτε ὑβρίσαι ἐχρῆν, οὐ παρῃτήσατο· ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότητος ἔλεγε τῷ Ἐλύμᾳ· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ὥσπερ γὰρ ἐκείνους ὑβρίσαι ἀνοίας ἦν, οὕτω τοῦτον μὴ ὑβρίσαι μαλακίας ἦν. Πάλιν, εἰσήχθης πρὸς ἄρχοντα διὰ πρᾶγμα; τὰς προσηκούσας ἀπόνειμαι τιμάς. Πάντα ὑμῖν, φησί, γνωριοῦσι τὰ ὧδε. Διὰ τί μὴ συνῆλθον, φησί; Τί δέ ἐστι, Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε; Τουτέστι, Τὰ δεσμά, καὶ τὰ ἄλλα πάντα τὰ κατέχοντά με. Οὐκ ἂν οὖν ὁ προσευχόμενος αὐτοὺς ἰδεῖν, ὁ καὶ ἑτέρους ἀποστέλλων, αὐτὸς ὑστέρησα, μὴ μεγάλης με κατεχούσης ἀνάγκης. Καὶ μὴν τοῦτο οὐκ ἦν ἐγκαλούντων. Καὶ μὴν σφόδρα ἐγκαλούντων. Τὸ γὰρ μαθεῖν ὅτι καὶ πειρασμοῖς περιέπεσε καὶ ἤνεγκε γενναίως, τοῦτο πιστουμένου ἦν τὸ πρᾶγμα, καὶ ἀνορθοῦντος τὰς ἐκείνων ψυχάς. Σὺν Ὀνησίμῳ, φησί, τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ. Ἀδελφὸν τὸν δοῦλον ὁ Παῦλός φησιν· εἰκότως· ὅπου γε καὶ ἑαυτὸν δοῦλον ὀνομάζει τῶν πιστῶν. Κατενέγκωμεν πάντες τὸν τῦφον, καταπατήσωμεν τὴν ἀλαζονείαν. Δοῦλον ὀνομάζει ἑαυτὸν Παῦλος, ὁ τῆς οἰκουμένης ἀντάξιος καὶ μυρίων οὐρανῶν, καὶ σὺ μέγα φρονεῖς; ὁ πάντα ἄγων καὶ φέρων ὡς ἤθελεν, ὁ τὰ πρωτεῖα ἔχων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐστεφανωμένος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανόν, τοὺς δούλους ἀδελφοὺς καλεῖ, καὶ συνδούλους. Ποῦ ἡ μανία; ποῦ ἡ ἀλαζονεία; Οὕτως ἀξιόπιστος γέγονεν ὁ Ὀνήσιμος, ὥστε καὶ τοιαῦτα πιστεύεσθαι. Καὶ Μάρκος ,φησίν, ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· δέξασθε αὐτόν. Ἴσως παρὰ Βαρνάβα ἐντολὰς ἔλαβον. Οἱ ὄντες ἐκ περιτομῆς. Καταστέλλει τῶν Ἰουδαίων τὸ φύσημα· ἐπαίρει τούτων τὰς ψυχάς, ὅτι ὀλίγοι μὲν ἐκ περιτομῆς, οἱ δὲ πλείους ἐκ τῶν ἐθνῶν. Οἵτινες ἐγενήθησάν μοι, φησί, παρηγορία. Δείκνυσιν ἑαυτὸν ἐν πειρασμοῖς ὄντα μεγάλοις. Ὥστε οὐδὲ τοῦτο μικρόν· ὅταν τοὺς ἁγίους παρακαλῶμεν καὶ παρουσίᾳ καὶ λόγῳ καὶ προσεδρείᾳ, ὅταν συγκακουχώμεθα (τοῖς δεσμίοις γάρ, φησίν, ὡς συνδεδεμένοι)· ὅταν τὰ ἐκείνων ἡμέτερα ποιῶμεν πάθη, καὶ ἐν τοῖς στεφάνοις κοινωνήσομεν. Οὐχ εἱλκύσθης εἰς τὸ στάδιον; οὐ καθῆκας εἰς τὸν ἀγῶνα; ἄλλος ἀπεδύσατο, ἄλλος παλαίει. Ἀλλ’ ἐὰν θέλῃς, κοινωνήσεις καὶ σύ· ἄλειψον ἐκεῖνον, γενοῦ αὐτοῦ φιλητὴς καὶ σπουδαστής, ἔξωθεν ἐπιβόα μεγάλα, διέγειρε τὴν δύναμιν, ἀνακτῶ τὴν ψυχήν. Ταῦτα ἐπὶ τῶν ἄλλων ἁπάντων γίνεσθαι ἀκόλουθον. Παῦλος γὰρ οὐκ ἐδεῖτο, ἀλλ’ ἐκείνους ἐπαίρων ἔλεγε ταῦτα. Σὺ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων τοὺς βουλομένους κακίζειν ἐπιστόμιζε, κατασκεύαζε αὐτῷ ἐραστάς, ὑπόδεξαι ἐξιόντα μετὰ πολλῆς τῆς θεραπείας· οὕτω κοινωνήσεις τῶν στεφάνων, οὕτω τῆς δόξης· κἂν μηδὲν ἕτερον ποιήσῃς, ἡσθῇς δὲ ἐπὶ τοῖς γενομένοις, καὶ οὕτως ἐκοινώνησας οὐχ ὡς ἔτυχεν· εἰσήνεγκας γὰρ ἀγάπην, τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν. Εἰ γὰρ οἱ κλαίοντες δοκοῦσι τοῦ πένθους κοινωνεῖν, καὶ μεγάλα χαρίζονται τοῖς πενθοῦσι, καὶ τὸ πολὺ τῆς ὀδύνης ἀφαιροῦσι, πολλῷ μᾶλλον καὶ οἱ χαίροντες μείζονα ποιοῦσι τὴν ἡδονήν. Ὅσον γὰρ κακὸν τὸ μὴ ἔχειν τοὺς συλλυπουμένους, ἄκουε τοῦ προφήτου λέγοντος· Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε. Διὰ τοῦτο καὶ Παῦλός φησι· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Αὔξησον τὴν ἡδονήν· ἂν ἴδῃς τὸν ἀδελφὸν εὐδοκιμοῦντα, μὴ εἴπῃς, Ἐκείνου ἡ εὐδοκίμησις, ἐγὼ τίνος ἕνεκεν χαίρω; οὐκ ἀδελφοῦ ταῦτα τὰ ῥήματα, ἀλλὰ πολεμίου. Ἂν θέλῃς, οὐκ ἐκείνου ἐστίν, ἀλλὰ σοῦ· σὺ κύριος ποιῆσαι αὐτὴν μείζονα, ἂν μὴ κατηφὴς ᾖς, ἀλλ’ ἡσθῇς, ἂν φαιδρὸς γένῃ, ἂν γεγανωμένος. Καὶ ὅτι οὕτως ἔχει τὸ πρᾶγμα, ἐκεῖθεν δῆλον· Οἱ φθονοῦντες οὐκ ἐκείνοις φθονοῦσι μόνοις τοῖς εὐδοκιμοῦσιν, ἀλλὰ καὶ τοῖς ταῖς ἐκείνων εὐδοκιμήσεσι χαίρουσιν· οὕτως ἴσασιν ὅτι καὶ οὗτοι ἐν τῇ εὐδοκιμήσει εἰσί, καὶ οὗτοι μάλιστά εἰσιν οἱ σεμνυνόμενοι. Ἐκεῖνος μὲν γὰρ καὶ ἐρυθριᾷ σφόδρα ἐγκωμιαζόμενος· οὗτος δὲ μετὰ πολλῆς τῆς ἡδονῆς ἐγκαλλωπίζεται. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἀθλητῶν πῶς ὁ μὲν στεφανοῦται, ὁ δὲ οὐ στεφανοῦται; ἡ δὲ ὀδύνη καὶ χαρὰ τῶν ἐραστῶν ἐστι καὶ τῶν μισούντων· ἐκεῖνοι πηδῶσιν, ἐκεῖνοι σκιρτῶσιν. Ὅρα πόσον ἐστὶ τὸ μὴ φθονεῖν· ἑτέρου ὁ πόνος, καὶ σοῦ ἡ ἡδονή· ἕτερος τὸν στέφανον περίκειται, καὶ σὺ σκιρτᾷς, σὺ ἐγκαλλωπίζῃ. Εἰπὲ γάρ μοι, ἄλλος νενίκηκε, σὺ τί πηδᾷς; Ἀλλ’ ἴσασι κἀκεῖνοι καλῶς, ὅτι κοινὸν τὸ γενόμενον. Διὰ τοῦτο τούτῳ μὲν οὐκ ἐγκαλοῦσιν οἱ φθονοῦντες, πειρῶνται δὲ καταβάλλειν τὴν νίκην· καὶ ἀκούεις ῥήματα τοιαῦτα λεγόντων αὐτῶν· Ἐξήλειψά σε, καί, Κατέβαλόν σε· καίτοι γε ἑτέρου τὸ ἔργον, ἀλλὰ τὸ ἐγκώμιον σόν. Εἰ δὲ ἐν τοῖς ἔξωθεν τοσοῦτον ἀγαθὸν τὸ μὴ φθονεῖν, ἀλλ’ οἰκειοῦσθαι τὰ ἑτέρου ἀγαθά, πολλῷ μᾶλλον ἐπὶ τῇ νίκῃ τοῦ διαβόλου· τότε γὰρ καθ’ ἡμῶν πλέον πνεῖ, δηλονότι ὡς πλέον ἡδομένων. Καίτοι γε μιαρὸς ὢν οἶδεν ἀκριβῶς ὅτι μεγάλη αὕτη ἡ ἡδονή. Θέλεις αὐτὸν λυπῆσαι; ἥσθητι καὶ χάρηθι. Θέλεις αὐτὸν εὐφρᾶναι; σκυθρωπὸς γενοῦ· τὴν ἐκ τῆς νίκης τοῦ ἀδελφοῦ γενομένην αὐτῷ λύπην ἐπικουφίζεις διὰ τῆς σῆς ἀθυμίας· μετ’ ἐκείνου ἵστασαι ἀποσχισθεὶς τοῦ ἀδελφοῦ· μεῖζον ἢ ἐκεῖνος ποιεῖς κακόν. Οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν ὄντα τὰ τῶν ἐχθρῶν ποιεῖν, καὶ φίλον ὄντα μετὰ τῶν ἐχθρῶν ἵστασθαι· οὗτος τῶν ἐχθρῶν μιαρώτερος. Εἰ εὐδοκίμησεν ὁ ἀδελφός, ἢ λέγων, ἢ ἐπιδεικνύμενος, ἢ κατορθῶν, γενοῦ κοινωνὸς τῆς εὐδοκιμήσεως, δεῖξον ὅτι μέλος ἐστὶ σόν. δ. Καὶ πῶς, φησίν; ἐγὼ γὰρ οὐκ εὐδοκιμῶ. Μὴ φθέγξῃ ποτὲ τὸ ῥῆμα τοῦτο· σύνελε τὰ χείλη. Εἴ γε πλησίον μου ἦς ὁ ταῦτα λέγων, ἐπέθηκα ἂν καὶ τὴν χεῖρα τοῖς χείλεσι, μή ποτε ἀκούσῃ ὁ ἐχθρός. Πολλάκις πρὸς ἀλλήλους ἔχθρας ἔχομεν, καὶ τοῖς ἐχθροῖς οὐκ ἐπιδεικνύμεθα· τῷ διαβόλῳ οὖν ἐπιδείκνυσαι σύ. Μὴ εἴπῃς τοῦτο, μὴ ἐννοήσῃς· ἀλλὰ καὶ τοὐναντίον· Μέλος ἐστὶν ἐμόν· εἰς τὸ σῶμα διαβαίνει ἡ δόξα. Τί οὖν, φησίν, ὅτι οἱ ἔξωθεν οὐχ οὕτω διάκεινται; Ὅτι σὺ αἴτιος· ὅταν ἴδωσί σε ἀλλοτριούμενον αὐτοῦ τὴν ἡδονήν, καὶ αὐτοὶ ἀλλοτριοῦνται· ὡς ἂν ἴδωσί σε οἰκειούμενον, οὐ τολμῶσιν· ἀλλ’ ὁμοίως εἶ καὶ σὺ λαμπρός. Οὐκ εὐδοκίμησας λέγων, ἀλλ’ εὐδοκίμησας συνηδόμενος μειζόνως, ἢ ἐκεῖνος. Εἰ γὰρ ἡ ἀγάπη μέγα καὶ πάντων κεφάλαιον, σὺ τὸν ἐκ ταύτης ἔλαβες στέφανον· ἐκεῖνος τὸν ἐκ τῆς ῥητορείας, σὺ τὸν ἐκ τοῦ σφόδρα φιλεῖν· ἐκεῖνος ἐπεδείξατο ῥημάτων ἰσχὺν, σὺ διὰ τῶν ἔργων τὸν φθόνον κατέβαλες, ἐπάτησας τὴν βασκανίαν. Ὥστε εἰκότως ἂν μᾶλλον ἐκείνου στεφανωθείης· λαμπρότερος ὁ σὸς ἀγών· οὐκ ἐπάτησας μόνον τὴν βασκανίαν, ἀλλὰ καὶ ἕτερον τι πεποίηκας. Ἐκεῖνος ἕνα ἔχει στέφανον μόνον, σὺ δὲ δύο, καὶ τοὺς δύο τοῦ ἑνὸς λαμπροτέρους. Ποίους τούτους; Ἕνα μὲν ὃν ἀνείλου κατὰ τοῦ φθόνου, δεύτερον δὲ ὃν ἀνεδήσω ἐκ τῆς ἀγάπης. Οὐ γὰρ τοῦ καθαρὸν εἶναι φθόνου τεκμήριον μόνον τὸ συνήδεσθαι, ἀλλὰ καὶ τοῦ ἀγάπην ἔχειν ἐῤῥιζωμένην. Ἐκείνῳ πολλάκις καὶ ἀνθρώπινόν τι διενοχλεῖ πάθος, οἷον ἡ κενοδοξία· σὺ δὲ παντὸς εἶ πάθους καθαρός· οὐ γὰρ δὴ κενοδοξῶν χαίρεις ἐπὶ τοῖς ἑτέρου καλοῖς. Ὤρθωσε τὴν ἐκκλησίαν ἐκεῖνος, εἰπέ μοι; ηὔξησε τὸν σύλλογον; ἐπαίνεσον πάλιν· ἔχεις διπλοῦς τοὺς στεφάνους· τὸν φθόνον κατέβαλες, τὴν ἀγάπην ἀνεδήσω. Ναὶ δέομαι, καὶ ἀντιβολῶ. Βούλει καὶ τρίτον ἀκοῦσαι στέφανον; τοῦτον οἱ κάτω κροτοῦσιν ἄνθρωποι, σὲ οἱ ἄνω ἄγγελοι. Οὐ γάρ ἐστιν ἴσον εὐέπειαν ἐπιδείκνυσθαι, καὶ παθῶν κρατεῖν. Οὗτος ὁ ἔπαινος πρόσκαιρος, ἐκεῖνος αἰώνιος· οὗτος ἐξ ἀνθρώπων, ἐκεῖνος ἐκ θεοῦ· οὗτος φαίνεται ἐστεφανωμένος, σὺ δὲ ἐν τῷ κρυπτῷ στεφανοῦσαι, ὅπου ὁ πατήρ σου ὁρᾷ. Εἰ τὸ σῶμα ἀποσχίσαντα τὴν ἑκάστου ψυχὴν ἦν ἰδεῖν, ἔδειξα ἄν σοι τοῦτον ἐκείνου σεμνότερον, μᾶλλον ἀποστίλβοντα. Πατήσωμεν τὰ κέντρα τῆς βασκανίας, ἑαυτοὺς ἐντεῦθεν ὠφελοῦμεν ἀγαπητοί, αὐτοὶ ἀναδησόμεθα τὸν στέφανον. Ὁ βασκαίνων, τῷ θεῷ μάχεται, οὐκ ἐκείνῳ· ὅταν γὰρ ἴδῃ χάριν ἔχοντα, καὶ ἀλγῇ, καὶ βούληται καθαιρεῖσθαι τὴν ἐκκλησίαν, οὐκ ἐκείνῳ μάχεται, ἀλλὰ τῷ θεῷ. Εἰπὲ γάρ μοι, εἴ τις κόρην ἐκαλλώπιζε βασιλέως, καὶ εὐδοκίμει καλλωπίζων αὐτὴν καὶ σεμνὴν ἐργαζόμενος, ἕτερος δέ τις ἐβούλετο ταύτην ἀσχημονῆσαι, καὶ μὴ δυνηθῆναι καλλωπίσαι, τίνι ἂν ἐπεβούλευσε, τούτῳ ἢ ἐκείνῃ καὶ τῷ ταύτης πατρί; Οὕτω καὶ νῦν σὺ ὁ βασκαίνων μάχῃ τῇ ἐκκλησίᾳ, τῷ θεῷ πολεμεῖς. Ἐπειδὴ γὰρ τῇ εὐδοκιμήσει τοῦ ἀδελφοῦ συμπέπλεκται καὶ ἡ τῆς ἐκκλησίας ὠφέλεια, ἀνάγκη, ταύτης καταλυομένης, κἀκείνην καταλύεσθαι· ὥστε κατὰ τοῦτο, ἔργον σατανικὸν ποιεῖς, ἐπιβουλεύων τῷ σώματι τοῦ Χριστοῦ. Πρὸς τοῦτον ἀλγεῖς τὸν οὐδὲν ἠδικηκότα. πολλῷ δὲ μᾶλλον πρὸς τὸν Χριστόν. Τί σε ἠδίκησεν, ὅτι οὐκ ἀφίης τὸ σῶμα αὐτοῦ καλλωπισθῆναι τῷ κάλλει; ὅτι οὐκ ἀφίης τὴν νύμφην κοσμηθῆναι; Θέα δέ μοι τὴν τιμωρίαν, ὅση· Τοὺς ἐχθροὺς εὐφραίνεις τοὺς σοὺς, καὶ αὐτὸν ἐκεῖνον τὸ εὐδοκιμοῦντα, ὃν βούλει λυπῆσαι φθονῶν, μᾶλλον αὐτὸν εὐφραίνεις, μᾶλλον δεικνύεις, ὅτι ηὐδοκίμησε βασκαίνων· οὐ γὰρ ἂν ἐβάσκηνας μᾶλλον δεικνύεις ὅτι τιμωρῇ. Αἰσχύνομαι μὲν οὖν ἀπὸ τούτων προτρέπων· πλὴν ἀλλ’ ἐπειδὴ οὕτως ἀσθενῶς διακείμεθα, καὶ ἀπὸ τούτων παιδευθέντες τοῦ ὀλεθρίου τούτου πάθους ἀπαλλαγῶμεν. Ἀλγεῖς ὅτι ηὐδοκίμησε; τί οὖν τὴν εὐδοκίμησιν αὐτοῦ ἐπαίρεις φθονῶν; Βούλει αὐτὸν τιμωρήσασθαι; Τί οὖν δεικνύεις ὅτι ἀλγεῖς; τί τιμωρίαν σαυτὸν ἀπαιτεῖς ἔμπροσθεν τούτου, ὃν βούλει μὴ εὐδοκιμεῖν; Διπλῆ λοιπὸν ἔσται ἡ ἡδονὴ τούτῳ καὶ σοὶ ἡ τιμωρία, οὐ μόνον ὅτι μέγαν δεικνύεις αὐτόν, ἀλλ’ ὅτι καὶ ἑτέραν αὐτῷ ἐντίκτεις ἡδονὴν τιμωρούμενος σαυτόν· καὶ πάλιν ὑπὲρ ὧν ἀλγεῖς, ἐκεῖνος ἥδεται, σοῦ φθονοῦντος. Ὅρα πῶς πληγὰς χαλεπὰς ἑαυτοῖς διδόαμεν, καὶ οὐκ αἰσθανόμεθα. Ἀλλ’ ἐχθρός ἐστι. Καίτοι γε διὰ τί ἐχθρός; Τί ἠδίκησεν; Ἀλλ’ ὅμως τὸν ἐχθρὸν λαμπρότερον ποιοῦμεν, καὶ ἡμᾶς αὐτοὺς πλέον κολάζομεν τούτῳ. Πάλιν ἑαυτοὺς τιμωρούμεθα, ἂν αἰσθώμεθα ὅτι ἔγνω ἐκεῖνος. Ἴσως μὲν γὰρ ἐκεῖνος οὐχ ἥδεται· ἡμεῖς δὲ νομίζοντες ὅτι ἥδεται, πάλιν διὰ τοῦτο ἀλγοῦμεν. Οὐκοῦν παῦσαι φθονῶν· τί τραύματα ἑαυτῷ παρέχεις; Ταῦτα ἐννοήσωμεν, ἀγαπητοί, τοὺς στεφάνους τοὺς διπλοῦς τῶν μὴ φθονούντων, τοὺς ἐπαίνους τοὺς παρὰ ἀνθρώπων, τοὺς παρὰ θεοῦ, τὰ κακὰ τὰ ἀπὸ τῆς βασκανίας· καὶ οὕτω δυνησόμεθα σβέσαι τὸ θηρίον, καὶ εὐδοκιμῆσαι ἔμπροσθεν τοῦ θεοῦ, καὶ τῶν αὐτῶν τυχεῖν τοῖς εὐδοκιμοῦσι. Τευξόμεθα γὰρ ἴσως· κἂν μὴ τύχωμεν δέ, διὰ τὸ συμφέρον οὐ τευξόμεθα· πλὴν καὶ οὕτω δυνησόμεθα εἰς δόξαν θεοῦ ζήσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.