Ancient Greek
ΟΜΙΛΙΑ Β.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 1.1-2
Not analysed yet
Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ· περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. α. Διὰ τοῦτο, ποῖον; Ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας, εὐέλπιδές ἐσμεν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα διεγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης· οὕτω δὴ καὶ ὁ Παῦλος τούτους μάλιστα παρακαλεῖ τοὺς τὸ πλέον κατωρθωκότας. Ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, φησίν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι. Οὐ μίαν ἡμέραν ὑπερευχόμεθα, οὐδὲ δύο, οὐ τρεῖς. Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέμα αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας· τὸ γάρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῦντος ἦν. Καὶ ὅρα μοι τὴν σύνεσιν τοῦ μακαρίου τούτου· οὐδαμοῦ τοῦ παντὸς αὐτοὺς ἀπεστερῆσθαί φησιν, ἀλλὰ λείπειν αὐτοὺς πανταχοῦ· τὸ γάρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῖ. Καὶ πάλιν, Εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ· καὶ πάλιν, Ἐν πάσῃ δυνάμει δυναμούμενοι· καὶ πάλιν, Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. Τὸ γάρ, Πᾶσαν, μαρτυροῦντός ἐστι καί τι τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν. Καὶ Ἵνα πληρωθῆτε, φησίν, οὐχ ἵνα λάβητε· ἔλαβον γάρ· ἀλλὰ τὸ λεῖπον ἵνα πληρωθῆτε. Οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγένετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν καὶ γενέσθαι ὑπτίους ὁλοσχερὲς γενόμενον. Τί δέ ἐστιν, Ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ; Τουτέστι, διὰ τοῦ υἱοῦ προσάγεσθαι ὑμᾶς αὐτῷ χρή, οὐκέτι δι’ ἀγγέλων. Ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν ἔτι τοῦτο μαθεῖν καὶ διὰ τί τὸν υἱὸν ἔπεμψεν. Εἰ γὰρ δι’ ἀγγέλων ἔδει σώζεσθαι, οὐκ ἂν τὸν υἱὸν ἔπεμψεν, οὐκ ἂν ἐξέδωκεν. Ἐν πάσῃ σοφίᾳ, φησί, καὶ συνέσει πνευματικῇ. Ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτων, βούλομαι ὑμᾶς ἐν πνευματικῇ, φησί, σοφίᾳ εἶναι, μὴ κατὰ τὴν σοφίαν τῶν ἀνθρώπων. Εἰ δὲ ὥστε τὸ θέλημα θεοῦ μαθεῖν πνευματικῆς δεῖ σοφίας, ὥστε τὴν οὐσίαν τί ἐστιν, εὐχῶν διηνεκῶν. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται, καὶ οὐδέπω ἤνυσε, καὶ οὐκ ἀπέστη· τὸ γάρ, Ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, τοῦτο δηλοῖ. Κατάγνωσιν δὲ αὐτοῖς πολλὴν φέρει, εἰ ἐξ ἐκείνου καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς. Καὶ αἰτούμενοι, φησί, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς· τοῦτο γὰρ δείκνυσι τό, Ἔγνωτε. Ἀλλὰ δεῖ τι καὶ ἐπιγνῶναι. Εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησί· καὶ γὰρ καὶ τοῦτο πανταχοῦ ποιεῖ· ἀεὶ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. Εἰς πᾶσαν ἀρέσκειαν. Πῶς δέ, Πᾶσαν ἀρέσκειαν; Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. Ὥσπερ, φησίν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψε, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· μεγάλης γὰρ αὕτη δεῖται πολιτείας, καὶ πολλῷ μείζονος, ἢ ἡ παλαιά. Ὁ γὰρ τὸν θεὸν εἰδώς, καὶ τοῦ θεοῦ δοῦλος εἶναι καταξιωθείς, μᾶλλον δὲ καὶ υἱός, ὅρα ὅσης δεῖται ἀρετῆς. Ἐν πάσῃ δυνάμει δυναμούμενοι. Ἐνταῦθα περὶ τῶν πειρασμῶν καὶ τῶν διωγμῶν φησιν, Εὐχόμεθα ἵνα πληρωθῆτε δυναμούμενοι, ὥστε μὴ ἀκηδιᾶσαι, μηδὲ ἀπογνῶναι. Κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Ἵνα, φησί, τοιαύτην ἀναλάβητε προθυμίαν, οἵα πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. Ὃ λέγει, τοιοῦτόν ἐστι· Συντόμως εὐχόμεθα, φησίν, ὥστε ἐνάρετον ὑμᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ θεοῦ δυναμωθέντας. Διὰ τοῦτο τέως οὐδέπω ἅπτεται δογμάτων, ἀλλ’ ἐν τῷ βίῳ στρέφεται, ἔνθα οὐδὲν εἶχεν ἐγκαλέσαι· καὶ ἐπαινέσας ἐφ’ οἷς ἐχρῆν, τότε καθίησιν εἰς κατηγορίαν. Τοῦτο καὶ πανταχοῦ ποιεῖ· ὅταν γὰρ μέλλῃ τισὶ γράφειν, ἔχων μέν τι ἐγκαλεῖν, ἔχων δὲ καί τι ἐπαινέσαι, πρότερον ἐπαινεῖ, καὶ τότε καθίησιν εἰς τὰ ἐγκλήματα. Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατήν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δείκνυσιν ὅτι αὐτὸς μὲν ἐβούλετο διόλου ἐγκωμιάζειν, ὑπὸ δὲ τῆς ἀνάγκης εἰς τούτους ἐμβιβάζεται τοὺς λόγους. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ποιεῖ. Ἐπαινέσας γὰρ αὐτοὺς μυρία ὡς ἀγαπῶντας αὐτόν, καὶ ἀπὸ τοῦ πεπορνευκότος, τότε εἰς κατηγορίαν καθίησιν. Ἐν δὲ τῇ πρὸς Γαλάτας οὐκέτι, ἀλλὰ τοὐναντίον· μᾶλλον δὲ εἴ τις ἐξετάσειε, κἀκείνη ἐξ ἐπαίνου ἡ κατηγορία. Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε κατόρθωμα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκλημα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυμάζω· ὥστε καὶ τοῦτο ἐγκώμιόν ἐστιν. Ὕστερον δὲ αὐτοὺς ἐπαινεῖ, οὐκ ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ ἐπὶ τοῖς παρελθοῦσι, λέγων, ὅτι Εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.