Ancient Greek
ΟΜΙΛΙΑ Α.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 6.1
Not analysed yet
ϛ. Εἰ βούλει καὶ αὐτοὺς τοὺς κεκλημένους ἰδεῖν, ὄψει τούτους μὲν τοιούτους ὄντας· ἔνδον, ὅπερ οὗτοι ἔξω, τυφλοὺς, ἀναπήρους, χωλούς· καὶ οἷα τούτων τὰ σώματα, τοιαῦται ἐκείνων αἱ ψυχαί, ὑδέρῳ καὶ φλεγμονῇ κατεχόμεναι. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· μετὰ γὰρ τὴν τρυφὴν πήρωσις γίνεται· τοιοῦτον γὰρ ἡ πλησμονὴ καὶ ἡ μέθη, χωλοὺς καὶ κυλλοὺς ποιοῦσα. Καὶ ὄψει καὶ τούτους τοιαύτας ἔχοντας ψυχάς, οἷα οὗτοι τὰ σώματα, λαμπράς, κεκοσμημένας. Οἱ γὰρ ἐν εὐχαριστίᾳ ζῶντες, οἱ τῆς αὐταρκείας μηδὲν πλέον ἐπιζητοῦντες, οἱ φιλοσοφοῦντες οὕτως εἰσὶν ἐν πάσῃ φαιδρότητι. Ἴδωμεν δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ τὸ τέλος. Ἐκεῖ μὲν ἡδονὴ ἀκόλαστος, γέλως κεχυμένος, μέθη, εὐτραπελία, αἰσχρολογία· ἐπειδὴ γὰρ αὐτοὶ αἰδοῦνται αἰσχρὰ φθέγγεσθαι, διὰ τῶν πορνῶν τοῦτο γίνεται. Ἐνταῦθα δὲ φιλανθρωπία, ἡμερότης. Τῷ μὲν οὖν ἐκείνους καλοῦντι παρέστηκε κενοδοξία ὁπλίζουσα αὐτόν· τῷ δὲ ἐνταῦθα φιλανθρωπία καὶ ἡμερότης. Ἐκείνην μὲν γὰρ τὴν τράπεζαν φιλανθρωπία συνίστησι, ταύτην δὲ κενοδοξία καὶ ὠμότης ἐξ ἀδικίας καὶ πλεονεξίας. Κἀκείνη μὲν καταλήγει εἰς ἅπερ εἶπον, εἰς ἀπόνοιαν, εἰς ἔκστασιν, εἰς μανίαν· τοιαύτη γὰρ ἡ τῆς κενοδοξίας βλάστη· αὕτη δὲ εἰς εὐχαριστίαν καὶ δόξαν θεοῦ. Καὶ ὁ ἔπαινος δὲ ὁ παρὰ ἀνθρώπων ταύτῃ πλείων· ἐκείνῳ μὲν γὰρ καὶ βασκαίνουσι, τοῦτον δὲ ὡς κοινὸν πατέρα πάντες ἔχουσι καὶ οἱ μὴ παθόντες εὖ. Καὶ καθάπερ ἐπὶ τῶν ἠδικημένων καὶ οἱ μηδὲν ἠδικημένοι συναλγοῦσι, καὶ κοινῇ γίνονται πάντες ἐχθροί· οὕτω καὶ ἐπὶ τῶν πασχόντων εὖ καὶ οἱ μὴ παθόντες εὖ, καθάπερ οἱ παθόντες, ἐπαινοῦσι καὶ θαυμάζουσι τὸν πεποιηκότα. Κἀκεῖ μὲν πολὺς ὁ φθόνος, ἐνταῦθα δὲ πολλὴ ἡ κηδεμονία, πολλαὶ παρὰ πάντων εὐχαί. Καὶ ἐνταῦθα μὲν ταῦτα· ἐκεῖ δέ, ὅταν ὁ Χριστὸς παραγένηται, οὗτος μὲν στήσεται μετὰ πολλῆς τῆς παῤῥησίας, καὶ ἀκούσεται ἐπὶ πάσης τῆς οἰκουμένης, Πεινῶντά με εἶδες, καὶ ἔθρεψας· γυμνόν, καὶ ἐνέδυσας· ξένον, καὶ συνήγαγες, καὶ ὅσα τοιαῦτα· ἐκεῖνος δὲ τὰ ἐναντία ἀκούσεται, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ· καὶ πάλιν, Οὐαὶ οἱ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε μεταθεῖναι ὑμῶν τὴν γνώμην, καὶ μηδὲν ὑμᾶς ἀκερδὲς ποιεῖν. Τί οὖν, φησί, κἂν ταῦτα κἀκεῖνα ποιῶ; Πολὺς οὗτος ὁ λόγος παρὰ πᾶσι. Καὶ ποία ἀνάγκη, εἰπέ μοι, ἐξὸν πάντα χρησίμως ποιεῖν, διαιρεῖν, καὶ τὰ μὲν μὴ μόνον εἰς οὐδὲν δέον, ἀλλὰ καὶ εἰκῆ ἀναλίσκειν, τὰ δὲ χρησίμως; Εἰπέ μοι, εἰ σπείρων τὰ μὲν εἰς πέτραν ἔῤῥιπτες, τὰ δὲ εἰς γῆν ἀρίστην, ἆρα ἂν ἀπέχρησέ σοι τοῦτο, καὶ εἶπες ἄν· Τί γὰρ βλάπτει, ἂν τὰ μὲν εἰκῆ, τὰ δὲ εἰς ἀρίστην γῆν ῥίψωμεν; Διὰ τί γὰρ μὴ πάντα εἰς ἀρίστην; διὰ τί τὸ κέρδος ἐλαττοῖς; Κἂν μὲν συνάγειν δέοι χρήματα, οὐκ ἐρεῖς τοῦτο, ἀλλὰ πάντοθεν συνάγεις, ἐκεῖ δὲ οὐκέτι· κἂν δανείζειν δέοι, οὐκ ἐρεῖ· Διὰ τί τὰ μὲν τοῖς ἀπόροις, τὰ δὲ τοῖς εὐπόροις δώσομεν, ἀλλὰ πάντα ἐκείνοις· ἐνταῦθα δέ, ἔνθα τοσοῦτον κέρδος, διὰ τί οὐ λογίζῃ τοῦτο, καὶ παύσῃ ποτὲ τοῦ εἰκῇ δαπανᾶσθαι καὶ μάτην ἀναλίσκειν; Ἀλλ’ ἔχει καὶ τοῦτο κέρδος, φησί. Ποῖον, εἰπέ μοι, Τὰς φιλίας αὔξει. Οὐδὲν ἀνθρώπων ψυχρότερον ἀπὸ τούτων φίλων γινομένων, ἀπὸ τῆς τραπέζης καὶ πλησμονῆς τῶν παρασίτων· οὐδὲν φιλίας ἀηδέστερον ἐντεῦθεν τὴν ἀρχὴν λαμβανούσης. Μὴ ὑβρίσῃς πρᾶγμα οὕτω θαυμαστόν, τὴν ἀγάπην, μηδὲ ταύτην αὐτῆς εἶναι ῥίζαν φῄς. Ὥσπερ ἂν εἴ τις δένδρου χρυσὸν καὶ λίθους τιμίους φέροντος τὴν ῥίζαν οὐχὶ τοιαύτην ἔλεγεν εἶναι, ἀλλ’ ἀπὸ σηπεδόνος τίκτεσθαι· τοῦτο καὶ σὺ ποιεῖς· κἂν γὰρ τεχθῇ φιλία ἐντεῦθεν, οὐδὲν αὐτῆς ψυχρότερον γένοιτ’ ἄν. Ἀλλ’ ἐκεῖναι αἱ τράπεζαι φιλίαν ποιοῦσιν, οὐχὶ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν θεόν, καὶ ἐπιτεταμένην, ὅταν ἐπιτεταμέναι γίνωνται. Ὁ μὲν γὰρ τὰ μὲν ἐνταῦθα, τὰ δὲ ἐκεῖ καταναλίσκων, κἂν πολλὰ δῷ, οὐδὲν μέγα πεποίηκεν· ὁ δὲ πάντα ἐνταῦθα ἀναλίσκων, κἂν ὀλίγα δεδωκὼς ᾖ, τὸ πᾶν εἰργάσατο. Τὸ γὰρ ζητούμενον οὐχὶ πολλὰ δοῦναι, ἢ ὀλίγα, ἀλλὰ τῆς οἰκείας δυνάμεως μὴ ἔλαττον. Ἐννοῶμεν τὸν τὰ πέντε τάλαντα, καὶ τὸν τὰ δύο· ἐννοῶμεν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν· ἐννοῶμεν τὴν χήραν τὴν ἐπὶ τοῦ Ἠλία. Οὐκ εἶπεν ἐκείνη ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· Τί γὰρ βλάπτει, ἂν τὸν μὲν ἕνα ὀβολὸν ἐμαυτῇ κατάσχω, τὸν δὲ ἕνα δῶ; ἀλλ’ ὅλον ἔδωκε τὸν βίον. Σὺ δὲ ἐν τοσαύτῃ ἀφθονίᾳ ὢν, ἐκείνης φειδωλότερος εἶ. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ’ ἐπιθώμεθα τῇ ἐλεημοσύνῃ. Οὐδὲν γὰρ ταύτης βέλτιον· καὶ δείξει ὁ μέλλων χρόνος· τέως δὲ καὶ ὁ παρὼν ἔδειξεν. Εἰς δόξαν τοίνυν τοῦ θεοῦ ζήσωμεν, καὶ τὰ αὐτῷ δοκοῦντα πράττωμεν, ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.