Ancient Greek
ΟΜΙΛΙΑ Ζ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 1.1-6
Not analysed yet
Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. α. Πρῶτον αἰνιγματωδῶς εἰπών, Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, καὶ πάλιν ἀνωτέρω, Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον ὕστερον, καί φησι· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἣ νεομηνίας ἢ σαββάτων. Ὁρᾷς πῶς αὐτὰ καθαιρεῖ; Εἰ τοιούτων τετυχήκατε, φησί, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ποιεῖτε; Καὶ ἐξευτελίζει λέγων, Ἢ ἐν μέρει ἑορτῆς· οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. Ἢ νουμηνίας ἢ σαββάτων. Οὐκ εἶπε, Μὴ τοίνυν φυλάττετε, ἀλλά, Μή τις ὑμᾶς κρινέτω. Ἔδειξεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας, ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα ἤνεγκε. Μὴ ἀνέχεσθε τῶν κρινόντων, φησίν. Ἀλλ’ οὐδὲ τοῦτο· ἀλλ’ ἐκείνοις διαλέγεται μόνον, οὐχὶ ἐπιστομίζων αὐτοὺς, ὅτι Οὐκ ὀφείλετε ἀνακρίνειν. Ἀλλ’ οὐκ ἂν τούτων καθήψατο. Οὐκ εἶπεν, Ἐν καθαροῖς καὶ ἀκαθάρτοις, οὐδὲ εἶπεν, Ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ· ἀλλ’, Ἐν μέρει ἑορτῆς· οὐ γὰρ ἐτόλμων τὸ πᾶν φυλάττειν· καὶ εἰ ἐφύλαττον, οὐχ ὥστε ἑορτάζειν. Ἐν μέρει, φησί· δεικνὺς ὅτι τὸ πλέον λέλυται. Εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς. Ἅ ἐστι σκιὰ τῶν μελλόντων· τῆς Καινῆς, φησί, Διαθήκης. Τὸ δὲ σῶμα Χριστοῦ. Οἱ μὲν οὖν τοῦτο στίζουσι, Τὸ δὲ σῶμα, Χριστοῦ· ἡ δὲ ἀλήθεια ἐπὶ Χριστοῦ γέγονεν· οἱ δέ, Τὸ σῶμα Χριστοῦ μηδεὶς ὑμᾶς καταβραβευέτω, τουτέστιν, ἐπηρεαζέτω. Καταβραβευθῆναι γάρ ἐστιν ὅταν παρ’ ἑτέρῳ μὲν ἡ νίκη ᾖ, παρ’ ἑτέρῳ δὲ τὸ βραβεῖον, ὅταν ἐπηρεάζῃ νικήσας. Ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας· τί πάλιν ὑπάγεις σαυτὸν τῇ ἁμαρτίᾳ; Διὰ τοῦτο ἔλεγεν, Ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· καὶ πάλιν, Εὑρέθη Χριστὸς ἁμαρτίας διάκονος; ὃ ἐν τῇ πρὸς Γαλάτας γράφων ἔλεγεν. Ὅτε τοίνυν αὐτοὺς ἐνέπλησε θυμοῦ διὰ τοῦ εἰπεῖν, Καταβραβευέτω, τότε ἄρχεται· Θέλων, φησίν, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ. Πῶς, Ἐν ταπεινοφροσύνῃ; ἢ πῶς, Φυσιούμενος; Δείκνυσι κενοδοξίας ὂν τὸ πᾶν. Τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; Ἦσάν τινες οἱ λέγοντες· Οὐ δεῖ ἡμᾶς διὰ τοῦ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν ἀγγέλων· ἐκεῖνο γὰρ μεῖζόν ἐστιν, ἢ καθ’ ἡμᾶς. Διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὲρ τοῦ Χριστοῦ λεχθέντα αὐτῷ, Διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ κατηλλάγημεν, Ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, Ὅτι ἠγάπησεν ἡμᾶς. Καὶ ἐν αὐτῷ δὲ τούτῳ ἐπείροντο πάλιν. Καὶ οὐκ εἶπε προσαγωγήν, ἀλλὰ θρησκείαν. Ἃ μὴ ἑώρακεν ἐμβατεύων. Οὐ γὰρ εἶδεν ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών. Διὰ τοῦτό φησι, Φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ εἰκῆ. Οὐδὲ γὰρ ἐπί τινι ἀληθεῖ πράγματι, ἐπὶ τῷ δόγματι πεφύσηται. Καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὡσεὶ ἔλεγε· Σαρκικῆς διανοίας, οὐ πνευματικῆς, ἀνθρώπινος ὁ λογισμός. Καὶ οὐ κρατῶν τὴν κεφαλήν, φησίν, ἐξ οὗ πᾶν τὸ σῶμα. Τουτέστιν, ἐκεῖθεν ἔχει τὸ εἶναι, καὶ τὸ καλῶς εἶναι. Τί τοίνυν τὴν κεφαλὴν ἀφείς, ἔχῃ τῶν μελῶν; ἐὰν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας. Ἐξ οὗ πᾶν τὸ σῶμα. Ὅστις ἂν ᾖ, φησίν, οὐ τὸ ζῇν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. Πᾶσα ἡ ἐκκλησία, ἕως ἂν ἔχῃ τὴν κεφαλήν, αὔξει· ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα. Ἰδοὺ τό, Ἐξ οὗ, ἐπὶ τοῦ υἱοῦ. Διὰ τῶν ἁφῶν καὶ συνδέσμων, φησίν, ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ θεοῦ· τὴν κατὰ θεόν, φησί, τὴν ἀπὸ τῆς πολιτείας τῆς ἀρίστης. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ. Μέσον ἐκεῖνο τίθησι, καὶ τὸ σφοδρότερον ἑκατέρωθεν. Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν τοῦ κόσμου στοιχείων, φησί, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν. Πῶς ὡς ζῶντες ὑπόκεισθε τοῖς στοιχείοις· Ἀλλὰ τοῦτο ἀφείς, τί φησι; Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.