Ancient Greek
ΟΜΙΛΙΑ ϛ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 4.1-6
Not analysed yet
δ. Ὁρᾶτε οὖν μὴ τούτῳ ἁλῶμεν μετὰ τὸ εἰπεῖν· Ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ συντάσσομαι σοί, Χριστέ. Μᾶλλον δὲ οὐκ ἂν κληθῇ τοῦτο χειρόγραφον, ἀλλὰ συνθήκη. Χειρόγραφον γάρ ἐστιν, ὅταν τις ὀφλημάτων ὑπεύθυνος κατέχηται· τοῦτο δὲ συνθήκη ἐστίν· οὐκ ἔχει τιμωρίαν, οὐδὲ λέγει· Ἐὰν τόδε, ἢ μὴ τόδε. Ὁ τὸ αἷμα τῆς διαθήκης ῥαντίζων Μωϋσῆς εἶπεν οὕτω, καὶ ὁ θεὸς ζωὴν αἰώνιον ἐπηγγείλατο. Ταῦτα πάντα συνθήκη ἐστίν. Ἐκεῖ δοῦλος πρὸς δεσπότην, ἐνταῦθα φίλος πρὸς φίλον· ἐκεῖ, ᾟ ἂν ἡμέρᾳ φάγῃ, φησίν, ἀποθανῇ· εὐθέως ἀπειλή· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐνταῦθα γυμνότης, κἀκεῖ γυμνότης· ἀλλ’ ἐκεῖ μὲν ἁμαρτήσας ἐγυμνώθη, ἐπειδὴ ἥμαρτεν· ἐνταῦθα δέ, ἵνα ἀπαλλαγῇ, γυμνοῦται. Ἀπεδύσατο τότε τὴν δόξαν, ἣν εἶχεν ἐκεῖνος· ἀποδύεται νῦν τὸν παλαιὸν ἄνθρωπον οὗτος, καὶ πρὶν ἢ ἐπιβῆναι, οὕτως εὐκόλως ἀποδύεται, ὥσπερ τὰ ἱμάτια. Ἀλείφεται, ὥσπερ οἱ ἀθληταὶ εἰς στάδιον ἐμβησόμενοι. Ἅμα γὰρ τίκτεται, καὶ οὐ καθάπερ ἐκεῖνος ὁ πρῶτος κατὰ μικρόν, ἀλλ’ εὐθέως· οὐ καθάπερ οἱ ἱερεῖς τὸ παλαιὸν τὴν κεφαλὴν μόνον, μᾶλλον δὲ μειζόνως. Ἐκεῖνος μὲν γὰρ τὴν κεφαλήν, τὸ οὖς τὸ δεξιόν, τὴν χεῖρα, ἵνα καὶ πρὸς ὑπακοὴν καὶ ἔργα ἀγαθὰ αὐτὸν διεγείρῃ· οὗτος δὲ τὸ πᾶν. Οὐ γὰρ διδαχθησόμενος ἔρχεται μόνον, ἀλλὰ καὶ ἀθλήσων καὶ γυμνασθησόμενος εἰς ἑτέραν ἀνάγεται κτίσιν. Ὅταν γὰρ ὁμολογῇ εἰς ζωὴν αἰώνιον, ὡμολόγησεν ἑτέραν κτίσιν. Ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· λοιπὸν δὲ οὐκέτι χοῦν, ἀλλὰ πνεῦμα ἅγιον· τούτῳ πλάττεται, τούτῳ ῥυθμίζεται, καθάπερ καὶ αὐτὸς ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Οὐκ εἶπεν, ἐν παραδείσῳ, ἀλλ’, ἐν οὐρανῷ. Μὴ γάρ, ἐπειδὴ γῆ ὑπόκειται, νομίσῃς εἶναι ἐν γῇ· μετέστη ἐκεῖ πρὸς τὸν οὐρανόν· ἐκεῖ ταῦτα γίνεται μεταξὺ ἀγγέλων· ἄνω σου λαμβάνει τὴν ψυχὴν ὁ θεός, ἄνω μεταῤῥυθμίζει, παρὰ τὸν θρόνον ἱστᾷ σε τὸν βασιλικόν. Πλάττεται ἐν τῷ ὕδατι, λαμβάνει δὲ ἀντίψυχον πνεῦμα. Μετὰ δὲ τὸ πλασθῆναι οὐκ ἄγει πρὸς αὐτὸν θηρία, ἀλλὰ δαίμονας καὶ τὸν ἀρχηγὸν αὐτῶν, καὶ λέγει, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων. Οὐ λέγει, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἀλλὰ τί; Δίδωσιν αὐτοῖς υἱοῖς θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ’ ἐκ θεοῦ, φησίν, ἐγεννήθησαν. Εἶτα ἵνα μὴ τοῦ ὄφεως ἀκούσῃς, εὐθέως διδάσκῃ λέγειν· Ἀποτάσσομαί σοι· ἀντὶ τοῦ, Ὅπερ ἂν εἴπῃς, οὐκ ἀκούσομαί σου. Εἶτα ἵνα μὴ δι’ ἑτέρων σε ἕλῃ, φησί, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἀγγέλοις σου. Ἔθετο αὐτὸν οὐκέτι φυλάσσειν τὸν παράδεισον, ἀλλὰ πολιτεύεσθαι ἐν οὐρανῷ. Εὐθέως γὰρ ἀνελθών, ταῦτα φθέγγεται τὰ ῥήματα· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Οὐκ ἐπ’ ὄψιν πίπτει τὸ παιδίον, οὐ ξύλον ὁρᾷς οὐδὲ πηγήν, ἀλλ’ αὐτὸν εὐθέως περιλαμβάνεις τὸν Δεσπότην, ἀνακεράννυσαι τῷ σώματι, ἀναφύρῃ τῷ σώματι τῷ ἄνω κειμένῳ, ἔνθα προσελθεῖν οὐκ ἔνι τῷ διαβόλῳ. Οὐκ ἔστι γυνή, ἵνα προσέλθῃ, καὶ ὡς ἀσθενεστέραν ἀπατήσῃ· Οὐκ ἔστι γάρ, φησί, θῆλυ, οὐδὲ ἄρσεν. Ἂν μὴ σὺ κατέλθῃς πρὸς αὐτόν, οὐ δυνήσεται ἐπιβῆναι ἔνθα εἶ· ἐν γὰρ τῷ οὐρανῷ εἶ, ὁ δὲ οὐρανὸς ἄβατος τῷ διαβόλῳ. Οὐκ ἔχει ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, ἀλλὰ τὸ ξύλον τῆς ζωῆς μόνον. Οὐκέτι ἀπὸ τῆς πλευρᾶς σου γυνή, ἀλλὰ πάντες ἕν ἐσμεν ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Εἰ γὰρ οἱ ἠλειμμένοι ὑπὸ ἀνθρώπων, οὐδὲν πάσχουσιν ὑπὸ ὄφεων, οὐδὲ σὺ πείσῃ τι, ἕως ἂν ᾖς ἠλειμμένος, ἵνα δυνηθῇς κατέχειν τὸν ὄφιν καὶ ἀποπνίγειν, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλ’ ὥσπερ μεγάλα τὰ δῶρα, οὕτω μεγάλη ἡμῖν καὶ ἡ τιμωρία· οὐκ ἔνι ἐκπεσόντα τοῦ παραδείσου ἀπέναντι οἰκῆσαι τοῦ παραδείσου, οὐδὲ ἐπανελθεῖν ὅθεν ἐξεπέσομεν. Ἀλλὰ τί μετὰ ταῦτα; Γέεννα, καὶ σκώληξ ἀτελεύτητος. Ἀλλὰ μὴ γένοιτό τινα ἡμῶν ὑπεύθυνον γενέσθαι ταύτῃ τῇ τιμωρίᾳ· ἀλλ’ ἐναρέτως ζῶντες, σπουδάσωμεν τὰ αὐτῷ δοκοῦντα διαπράττεσθαι· εὐαρεστήσωμεν τῷ θεῷ, ἵνα δυνηθῶμεν καὶ τῆς κολάσεως ἀπαλλαγῆναι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.