Ancient Greek
ΟΜΙΛΙΑ Θ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 1.1-8
Not analysed yet
Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ δι’ αὐτοῦ. α. Παραινέσας εὐχαρίστους εἶναι, καὶ τὴν ὁδὸν δείκνυσι. Ποίαν δὴ ταύτην; Ἣν πρώην ἡμεῖς διελέχθημεν πρὸς ὑμᾶς. Τί λέγων; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Μᾶλλον δὲ οὐ ταύτην μόνον, ἀλλὰ καὶ ἑτέραν. Ἐγὼ μὲν γὰρ εἶπον, ὅτι δεῖ τοὺς τὰ δεινότερα πεπονθότας ἀναλέγειν, καὶ τοὺς τὰ χαλεπώτερα ὧν ἐπάθομεν ὑπομείναντας ἀναλογίζεσθαι, καὶ εὐχαριστεῖν ὑπὲρ τοῦ μὴ συμβῆναι ἐκεῖνα· αὐτὸς δὲ τί φησιν; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως· τουτέστιν, ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά. Ἐὰν γὰρ ταῦτα ἴδωμεν, οὐδενὶ τῶν δυσχερῶν εἴξομεν. Ἐνοικείτω, φησίν, ἐν ὑμῖν πλουσίως, μὴ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας. Ἀκούσατε ὅσοι ἐστὲ κοσμικοί, καὶ γυναικὸς καὶ παίδων προΐστασθε, πῶς καὶ ὑμῖν ἐπιτρέπει μάλιστα τὰς Γραφὰς ἀναγινώσκειν· καὶ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. Ὥσπερ γὰρ ὁ πλούσιος ἐν χρήμασι ζημίαν καὶ καταδίκην ἐνεγκεῖν δύναται, οὕτως ὁ πλουτῶν ἐν δόγμασι φιλοσοφίας, οὐχὶ πενίαν μόνον, ἀλλὰ καὶ πάσας τὰς συμφορὰς εὐκόλως οἴσει, καὶ ἐκείνου εὐκολώτερον. Ἐκεῖ μὲν γὰρ ἐν τῇ διαλύσει τῆς ζημίας ἀνάγκη τὸν ὄντα πλούσιον ἐλαττοῦσθαι καὶ ἐλέγχεσθαι· κἂν πολλάκις τοῦτο πάθῃ, οὐκέτι δυνήσεται ἐνεγκεῖν· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐδὲ γὰρ δαπανῶμεν τοὺς ὑγιεῖς λογισμοὺς, ὅταν ἐνεγκεῖν τι δέῃ τῶν ἀβουλήτων, ἀλλὰ μένουσι διαπαντός. Καὶ ὅρα τὴν σύνεσιν τοῦ μακαρίου τούτου· Οὐκ εἶπεν· Ὁ λόγος τοῦ Χριστοῦ ἐν ὑμῖν ἔστω, ἁπλῶς, ἀλλὰ τί; Ἐνοικείτω, καί, Πλουσίως. Ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς. Τὴν ἀρετήν φησι σοφίαν· εἰκότως· καὶ ἡ ταπεινοφροσύνη γάρ, καὶ ἡ ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν· ὥσπερ οὖν τἀναντία, ἄνοια· καὶ γὰρ ὠμότης ἐξ ἀνοίας. Ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ. Εἶπε, φησίν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι θεός· καὶ πάλιν, Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, τοῦ ἑαυτὸν μὲν ἱμάτια περιβάλλοντος, τοὺς δὲ ἀδελφοὺς τοὺς αὑτοῦ γυμνοὺς παραβλέποντος; τοῦ κύνας μὲν τρέφοντος, τὴν δὲ εἰκόνα τοῦ θεοῦ περιορῶντος ἐν λιμῷ; τοῦ πεπεισμένου ἁπλῶς, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, καὶ ὥσπερ ἀθανάτοις αὐτοῖς προστετηκότος; Ὥσπερ οὖν οὐδὲν τοῦ τοιούτου ἀνοητότερον, οὕτως οὐδὲν σοφώτερον τοῦ τὴν ἀρετὴν κατορθοῦντος. Ὅρα γάρ, πῶς σοφός ἐστι, φησί· μεταδίδωσι τῶν ὄντων, ἐλεήμων ἐστί, φιλάνθρωπος· ἐπέγνω τὴν φύσιν ὅτι κοινή· ἐπέγνω τὴν τῶν χρημάτων χρῆσιν, ὅτι οὐδενὸς ἀξία λόγου· ὅτι τῶν σωμάτων τῶν οἰκείων δεῖ φείδεσθαι μᾶλλον, ἢ τῶν χρημάτων. Διὸ δόξης καταφρονῶν καὶ φιλόσοφός ἐστιν· οἶδε γὰρ τὰ ἀνθρώπινα πράγματα. Τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις ἡ φιλοσοφία. Οὐκοῦν οἶδε μὲν ποῖα θεῖα, ποῖα δὲ ἀνθρώπινα, καὶ τῶν μὲν ἀπέχεται, ταῦτα δὲ ἐργάζεται· οἶδε, καὶ εὐχαριστεῖ τῷ θεῷ ἐν πᾶσιν· οὐδὲν εἶναι νομίζει τὸν παρόντα βίον· διὰ τοῦτο οὐδὲ ἥδεται τοῖς χρηστοῖς, οὔτε λυπεῖται τοῖς ἐναντίοις. Μηδὲ περιμείνῃς ἕτερον διδάσκαλον· ἔχεις τὰ λόγια τοῦ θεοῦ· οὐδείς σε διδάσκει ὡς ἐκεῖνα. Οὗτος μὲν γὰρ πολλὰ καὶ διὰ κενοδοξίαν καὶ διὰ βασκανίαν ἐπικρύπτει πολλάκις. Ἀκούσατε, παρακαλῶ, πάντες οἱ βιωτικοί, καὶ κτᾶσθε βιβλία φάρμακα τῆς ψυχῆς. Εἰ μηδὲν ἕτερον βούλεσθε, τὴν γοῦν Καινὴν κτήσασθε, τῶν ἀποστόλων τὰς Πράξεις, τὰ Εὐαγγέλια, διδασκάλους διηνεκεῖς. Ἂν λύπη συμβῇ, ὥσπερ εἰς ἀποθήκην φαρμάκων ἔγκυψον· λάβε παραμυθίαν ἐκεῖθεν τοῦ δεινοῦ, ἂν ζημία, ἂν θάνατος, ἂν ἀποβολὴ οἰκείων· μᾶλλον δὲ μὴ ἔγκυπτε, ἀλλὰ ἀνάλαβε πάντα, ἔχε ἐπὶ τῆς διανοίας. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ εἰδέναι τὰς Γραφάς. Χωρὶς ὅπλων εἰς πόλεμον βαδίζομεν· καὶ πῶς ἔδει σωθῆναι; Ἀγαπητὸν μετὰ τούτων σωθῆναι, μήτι γε χωρὶς τούτων. Μὴ τὰ πάντα ἐφ’ ἡμᾶς ῥίπτετε· πρόβατά ἐστε, ἀλλ’ οὐκ ἄλογα, ἀλλὰ λογικά· πολλὰ καὶ ὑμῖν ὁ Παῦλος ἐπιτρέπει. Οἱ διδασκόμενοι οὐ διαπαντὸς ἐπὶ τὸ μαθεῖν διατρίβουσιν, ἐπεὶ οὐ διδάσκονται· ἂν ἀεὶ μανθάνῃς, οὐδέποτε μαθήσῃ. Μὴ οὕτως ἔρχου, ὡς ἀεὶ μαθησόμενος· ἐπεὶ οὐδέποτε εἴσῃ, ἀλλ’ ὡς καὶ ἀπομαθησόμενος, καὶ διδάξων ἕτερον. Εἰπὲ δέ μοι, οὐχὶ ὡρισμένους καιροὺς παραμένουσιν ἅπαντες ἐν τοῖς μαθήμασι, καὶ ἐν πάσαις ἁπλῶς ταῖς τέχναις; Οὕτως ἅπαντες ὁρίζομεν φανερὸν καιρόν· ἂν δὲ ἀεὶ μανθάνῃ, τεκμήριόν ἐστι τοῦ μηδὲν μαθεῖν.