Ancient Greek
ΟΜΙΛΙΑ Θ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 2.1-9
Not analysed yet
β. Τοῦτο τὸ ὄνειδος τοῖς Ἰουδαίοις ὁ θεὸς εἶπεν· Αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως. Εἰ μὴ ἀεὶ τοῦτο προσεδοκᾶτε, οὐκ ἂν οὕτως εἰς τοὐπίσω πάντα ἀπῄει. Εἰ ἐνῆν τοὺς μὲν εἶναι μεμαθηκότας, τοὺς δὲ μέλλοντας, προέκοψεν ἂν τὸ ἔργον ἡμῖν· παρεχωρήσατε ἂν ἑτέροις, καὶ συναντελάβεσθε καὶ ἡμῖν. Εἰπέ μοι, εἰ πρὸς γραμματιστήν τινες ἀπίοιεν, εἶτα μένοιεν ἀεὶ τὰ στοιχεῖα μανθάνοντες, οὐ πολὺν τῷ διδασκάλῳ πόνον παρέξουσι; Μέχρι τίνος ὑμῖν περὶ βίου διαλεγόμεθα; Ἐπὶ τῶν ἀποστόλων οὕτως οὐκ ἦν, ἀλλὰ συνεχῶς μετεπήδων, τοὺς πρότερον μανθάνοντας διδασκάλους καθιστῶντες ἑτέρων τινῶν μαθητευομένων. Οὕτως ἠδυνήθησαν τὴν οἰκουμένην περιελθεῖν, τῷ μὴ προσδεσμεῖσθαι τόπῳ ἑνί. Πόσης οἴεσθε διδασκαλίας δεῖσθαι τοὺς ὑμετέρους ἀδελφοὺς τοὺς ἐπὶ τῶν ἀγρῶν, καὶ τοὺς ἐκείνων διδασκάλους; Ἀλλ’ ὑμεῖς με κατέχετε προσηλώσαντες. Πρὶν ἢ γὰρ τὴν κεφαλὴν καλῶς διατεθῆναι, περιττὸν ἐπὶ τὸ λοιπὸν σῶμα ἱέναι. Πάντα ἡμῖν ἐπιῤῥίπτετε. Ὑμᾶς ἐχρῆν παρ’ ἡμῶν μανθάνειν μόνον· τὰς δὲ γυναῖκας παρ’ ὑμῶν, τὰ παιδία παρ’ ὑμῶν· ἀλλὰ πάντα ἡμῖν καταλιμπάνετε. Διὰ τοῦτο πολὺς ὁ κόπος. Διδάσκοντες, φησί, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Ὅρα καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον, καὶ πολὺ τὸ φορτικόν, οὐκ ἐφ’ ἱστορίας ἤγαγεν, ἀλλ’ ἐπὶ ψαλμοὺς, ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃς τὸν πόνον. Ὕμνοις, φησί, καὶ ᾠδαῖς πνευματικαῖς. Νῦν δὲ σατανικὰς μὲν ᾠδὰς καὶ ὀρχήσεις αἱροῦσιν οἱ παῖδες οἱ ὑμέτεροι, καθάπερ οἱ μάγειροι καὶ οἱ ὀψῶναι καὶ οἱ χορευταί· ψαλμὸν δὲ οὐδεὶς οὐδένα οἶδεν, ἀλλὰ καὶ αἰσχύνη τὸ πρᾶγμα δοκεῖ εἶναι καὶ χλευασία καὶ γέλως. Ἐκεῖθεν ἅπαντα τὰ κακὰ σώζεται. Ἐν οἵᾳ γὰρ ἂν ἑστήκῃ γῇ τὸ φυτόν, τοιοῦτον φέρει τὸν καρπόν· ἂν ἐν ἀμμώδει καὶ ἁλμυρᾷ, τοιοῦτον· ἂν ἐν γλυκείᾳ καὶ λιπαρᾷ, πάλιν ὅμοιον. Οὕτω πηγή τίς ἐστι τὰ διδάγματα. Δίδαξον αὐτὸν ᾄδειν ψαλμοὺς ἐκείνους τοὺς φιλοσοφίας γέμοντας, οἷον περὶ σωφροσύνης εὐθέως, μᾶλλον δὲ πρὸ πάντων περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, εὐθέως ἀπ’ αὐτῆς τῆς ἀρχῆς τοῦ βιβλίου (διὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ προφήτης, λέγων· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Καὶ πάλιν, Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Καὶ πάλιν· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν κύριον δοξάζει )· περὶ τοῦ συνεῖναι ἀγαθοῖς (καὶ ταῦτα εὑρήσεις ἐκεῖ· καὶ ἄλλα πολλά)· περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ τοῦ μὴ πλεονεκτεῖν· ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ ἡ δόξα, καὶ ὅσα τοιαῦτα. Ὅταν τούτοις ἐκ παιδὸς ἐνάξῃς αὐτόν, κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἄξεις. Οἱ ψαλμοὶ πάντα ἔχουσιν, οἱ δὲ ὕμνοι πάλιν οὐδὲν ἀνθρώπινον· ὅταν ἐν τοῖς ψαλμοῖς μάθῃ, τότε καὶ ὕμνους εἴσεται, ἅτε θειότερον πρᾶγμα. Αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος ὕμνος ἐν στόματι, φησίν, ἁμαρτωλοῦ· καὶ πάλιν, Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ· καὶ πάλιν, Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· καὶ πάλιν, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Ὥστε μὴ μόνον φίλοις, ἀλλὰ μηδὲ οἰκέταις ἀναμιγνύναι ἑαυτοὺς ἀσφαλίζεσθε. Τὰ γὰρ μυρία κακὰ τοῖς ἐλευθέροις, ὅταν δούλους αὐτοῖς ἐπιστήσωμεν διεφθαρμένους. Εἰ γὰρ πατρὸς ἀπολαύοντες καὶ φιλοστοργίας καὶ φιλοσοφίας τοσαύτης, μόλις διασώζονται· ὅταν αὐτοὺς ἐκδῶμεν τῇ ἀφειδείᾳ τῶν οἰκετῶν, τίνες ἔσονται; Καθάπερ ἐχθροῖς αὐτοῖς κέχρηνται, νομίζοντες αὐτοῖς τὴν δεσποτείαν εἶναι ἡμερωτέραν, ἂν μωροὺς αὐτοὺς ἀπεργάσωνται καὶ φαύλους καὶ οὐδενὸς λόγου ἀξίους. Πρὸ τῶν ἄλλων οὖν ἁπάντων ταῦτα σπουδάζωμεν. Ἠγάπησα, φησί, τοὺς ἀγαπῶντας τὸν νόμον σου. Τοῦτον οὖν καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τούτους ἀγαπῶμεν. Ἵνα δὲ πάλιν σωφρονῶσιν οἱ παῖδες, ἀκουέτωσαν τοῦ προφήτου λέγοντος, ὅτι Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων· καὶ πάλιν, Ἐξολοθρεύσεις πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Καὶ ὅτι δεῖ κατέχειν γαστρός, ἀκουέτωσαν πάλιν· Καὶ ἀπέκτεινε, φησίν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων κρατεῖν, ἐντεῦθεν μαθήσονται· Πλοῦτος, φησίν, ἐὰν ῥέῃ, προστίθεσθε καρδίαν· καὶ ὅτι δόξης κρατεῖν, καὶ τοῦτο εὑρήσουσιν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ὀπίσω αὐτοῦ ἡ δόξα αὐτοῦ· τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζήλου ἐν πονηρευομένοις· τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· μηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς βοηθὸς αὐτοῦ· ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ’ ἔστιν ἀνταπόδοσις· ὅτι Σὺ ἀποδώσεις, φησίν, ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διὰ τί δὲ οὐ καθ’ ἡμέραν ἀποδίδωσιν; Ὁ θεὸς κριτὴς, φησίν, δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· ὅτι ἡ ταπεινοφροσύνη καλόν· κύριε, φησίν, οὐχ ὑψώθη ἡ καρδία μου· ὅτι ὑπερηφανία κακόν· Διὰ τοῦτο, φησίν, ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· καὶ πάλιν, κύριος ὑπερηφάνοις ἀντιτάσσεται· καὶ πάλιν, Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις ἐκεῖ ἐμφιλόσοφα δόγματα· οἷον ὅτι κακῶς λέγειν οὐ δεῖ· Τὸν καταλαλοῦντα, φησί, λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τίς ὁ ὕμνος τῶν ἄνω, τί λέγει τὰ Χερουβίμ, ἴσασιν οἱ πιστοί. Τί ἔλεγον οἱ ἄγγελοι κάτω; Δόξα ἐν ὑψίστοις θεῷ. Διὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε τελειότερόν τι πρᾶγμα· Ψαλμοῖς, φησίν, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ θεός, ἢ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς, ἢ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἢ ὅτι ἐν χάριτι εἶχον ταῦτα τὰ χαρίσματα, ἢ ἐπεξήγησίς ἐστιν. Ἀπὸ τῆς χάριτος τοῦ πνεύματος, φησίν. ᾌδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ. Μὴ ἁπλῶς, φησί, τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ θεῷ ᾄδειν, ἐκεῖνο δὲ τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Μὴ πρὸς ἐπίδειξιν, φησίν. Κἂν ἐν ἀγορᾷ ᾖς, δύνασαι συστρέψαι σαυτὸν καὶ ᾄδειν τῷ θεῷ, μηδενὸς ἀκούοντος. Ἐπεὶ καὶ Μωϋσῆς οὕτως ηὔχετο, καὶ ἠκούσθη· φησὶ γάρ· Τί βοᾷς πρός με; Καίτοι γε οὐδὲν εἶπεν ἀλλ’ ἐβόα κατὰ διάνοιαν μετὰ καρδίας συντετριμμένης· διὸ καὶ ὁ θεὸς ἤκουσε μόνος. Οὐ κεκώλυται γὰρ καὶ περιπατοῦντα εὔχεσθαι κατὰ καρδίαν, καὶ ἄνω εἶναι. Καὶ πᾶν ὅ τι ἂν ποιῆτε, φησίν, ἐν λόγῳ, ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ δι’ αὐτοῦ. Ἐὰν γὰρ οὕτω ποιῶμεν, οὐδὲν ἔσται μιαρόν, οὐδὲν ἀκάθαρτον, ἔνθα ἂν ὁ Χριστὸς καλῆται. Ἐὰν ἐσθίῃς, ἐὰν πίνῃς, ἐὰν γαμῇς, ἐὰν ἀποδημῇς, πάντα ἐν ὀνόματι τοῦ θεοῦ πρᾶττε· τουτέστιν, αὐτὸν καλῶν βοηθόν· ἐπὶ πάντων πρότερον αὐτῷ εὐχόμενος, ἅπτου τῶν πραγμάτων. Βούλει τι φθέγξασθαι; τοῦτο πρότασσε. Διὰ τοῦτο καὶ ἡμεῖς τῶν ἐπιστολῶν προτάσσομεν τὸ ὄνομα Κυρίου. Ἔνθα ἂν ᾖ τὸ ὄνομα Κυρίου, πάντα αἴσια. Εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα. Ἢ τοῦτό φησι· Κατὰ θεὸν πάντα καὶ λέγετε, καὶ πράττετε· μὴ τοὺς ἀγγέλους ἐπεισάγετε. Ἐσθίεις; εὐχαρίστησον τῷ θεῷ, καὶ μέλλων, καὶ μετὰ ταῦτα. Καθεύδεις; εὐχαρίστησον τῷ θεῷ, καὶ μέλλων, καὶ μετὰ ταῦτα. Εἰς ἀγορὰν ἐμβάλλεις; ταυτὸν ποίει· μηδὲν κοσμικόν, μηδὲν βιωτικόν. Πάντα ἐν ὀνόματι Κυρίου ποίει, καὶ πάντα σοι εὐοδωθήσεται. Ὅπου ἂν ἐπιτεθῇ τὸ ὄνομα τοῦ θεοῦ, πάντα αἴσια. Εἰ δαίμονας ἐκβάλλει, εἰ νόσους ἀπελαύνει, πολλῷ μᾶλλον εὐκολίαν πραγμάτων ποιήσει. Καὶ τί ἐστι ποιῆσαι ἐν λόγῳ, ἢ ἐν ἔργῳ; Ἢ ἀξιοῦντα, ἢ ὁτιοῦν ποιοῦντα. Ἄκουσον πῶς ὁ Ἀβραὰμ ἐν ὀνόματι θεοῦ τὸν οἰκέτην ἀπέστειλεν, ὁ Δαυῒδ ἐν ὀνόματι θεοῦ τὸν Γολιὰθ καθεῖλε. Θαυμαστὸν τὸ ὄνομα αὐτοῦ καὶ μέγα. Πάλιν ὁ Ἰακὼβ τοὺς υἱοὺς πέμπων, φησίν· Ὁ δὲ θεός μου δῴη ὑμῖν χάριν ἐνώπιον τοῦ ἀνθρώπου. Ὁ γὰρ τοῦτο ποιῶν, ἔχει σύμμαχον τὸν θεόν, οὗ χωρὶς οὐδὲν ἐτόλμησε ποιῆσαι. Ἅτε οὖν τιμηθεὶς τῷ κληθῆναι, ἀντιτιμήσει τῷ ἐξευμαρίσαι τὰ πράγματα. Κάλει τὸν υἱόν, εὐχαρίστει τῷ πατρί. Καὶ γὰρ τοῦ υἱοῦ καλουμένου ὁ πατὴρ καλεῖται, καὶ αὐτοῦ εὐχαριστουμένου ὁ υἱὸς εὐχαριστεῖται. Ταῦτα μανθάνωμεν μὴ μέχρι ῥημάτων, ἀλλὰ καὶ διὰ τῶν ἔργων πληροῦν. Οὐδὲν τοῦ ὀνόματος τούτου ἴσον· τοῦτο πανταχοῦ θαυμάσιον· Μύρον, φησίν, ἐκκενωθὲν ὄνομά σου. Ὁ τοῦτο εἰπὼν εὐθέως εὐωδίας ἐνεπλήσθη. Οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, φησίν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Τοῦτο τὸ ὄνομα τοσαῦτα ἐργάζεται. Ἐὰν εἴπῃς· Ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μετὰ πίστεως, πάντα ἤνυσας. Ὅρα πόσα ἐποίησας· ἐδημιούργησας ἄνθρωπον, καὶ τἄλλα πάντα ἀπὸ τοῦ βαπτίσματος εἰργάσω. Οὕτω ταῖς νόσοις ἐπιτασσόμενον φοβερὸν τὸ ὄνομα. Διὰ ταῦτα ὁ διάβολος τὰ τῶν ἀγγέλων ἐπεισήγαγε, βασκαίνων ἡμῖν τῆς τιμῆς. Τῶν δαιμόνων τοιαῦται αἱ ἐπῳδαί. Κἂν ἄγγελος ᾖ, κἂν ἀρχάγγελος, κἂν τὰ Χερουβίμ, μὴ ἀνέχου· ἐπεὶ οὐδὲ αὗται αἱ δυνάμεις καταδέξονται, ἀλλὰ καὶ ἀποσείσονται, ὅταν ἴδωσι τὸν Δεσπότην ἀτιμαζόμενον. Ἐγώ σε ἐτίμησα, φησί, καὶ εἶπον· Ἐμὲ κάλει· καὶ σὺ ἀτιμάζεις αὐτόν; Ἂν ταύτην ᾄδῃς τὴν ἐπῳδὴν μετὰ πίστεως, καὶ νόσους καὶ δαίμονας ἀπελάσεις· κἂν μὴ ἀπελάσῃς τὴν νόσον, οὐ παρὰ ἀσθένειαν, ἀλλὰ παρὰ τὸ συμφέρον. Κατὰ τὴν μεγαλωσύνην σου, φησίν, οὕτω καὶ ἡ αἴνεσίς σου. Διὰ τοῦ ὀνόματος τούτου ἡ οἰκουμένη ἐπεστράφη, ἡ τυραννὶς ἐλύθη, ὁ διάβολος ἐπατήθη, οἱ οὐρανοὶ ἀνεῴγησαν. Καὶ τί λέγω, οἱ οὐρανοί; ἡμεῖς ἀνεγεννήθημεν διὰ τοῦ ὀνόματος τούτου. Ἐὰν τοῦτο ἔχωμεν, λάμπομεν. Τοῦτο καὶ μάρτυρας ποιεῖ, καὶ ὁμολογητάς· τοῦτο κατέχωμεν ἀντὶ μεγάλου δώρου, ἵνα ἐν δόξῃ ζήσωμεν, καὶ εὐαρεστήσωμεν τῷ θεῷ, καὶ καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν, χάριτι καὶ φιλανθρωπίᾳ.