Ancient Greek
ΟΜΙΛΙΑ Ι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 2.1-10
Not analysed yet
β. Καὶ ὅρα πῶς ἀεὶ τὰ ὀνόματα τίθησι, γυναῖκες, τὰ τέκνα, οἱ δοῦλοι, ὡς δικαίωμα τοῦ ὑπακούειν. Ἀλλ’ ἵνα μὴ ἀλγήσῃ, ἐπήγαγε· Τοῖς κατὰ σάρκα κυρίοις. Τὸ κρεῖττόν σου ἡ ψυχὴ ἐλευθέρωται, φησί· πρόσκαιρος ἡ δουλεία. Ἐκεῖνο τοίνυν ὑπόταξον, ἵνα μηκέτι ἀνάγκης ᾖ ἡ δουλεία. Μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. Ποίησον, φησί, τὴν ἀπὸ τοῦ νόμου δουλείαν ἀπὸ τοῦ φόβου γίνεσθαι τοῦ Χριστοῦ. Κἂν γὰρ μὴ ὁρῶντος ἐκείνου πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπότου, δηλονότι διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν ποιεῖς. Μὴ κατ’ ὀφθαλμοδουλείαν, φησίν, ὡς ἀνθρωπάρεσκοι. Ὥστε ὑμεῖς τὴν βλάβην ὑποστήσεσθε. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· Διεσκόρπισε κύριος ὀστᾶ ἀνθρωπαρέσκων. Ὅρα τοίνυν πῶς αὐτῶν φείδεται, καὶ αὐτοὺς ῥυθμίζει. Ἀλλ’ ἐν ἁπλότητι, φησί, καρδίας, φοβούμενοι τὸν θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ’ ὑπόκρισις, ἕτερον ἔχειν καὶ ἕτερον ποιεῖν· ἄλλον μὲν παρόντος φαίνεσθαι τοῦ δεσπότου, ἄλλον δὲ ἀπόντος. Οὐκοῦν οὐχ ἁπλῶς εἶπεν· Ἐν ἁπλότητι καρδίας, ἀλλά, Φοβούμενοι τὸν θεόν. Τοῦτο γάρ ἐστι φοβεῖσθαι τὸν θεόν, ὅταν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονηρόν· ἂν δὲ πράττωμεν, οὐχὶ τὸν θεόν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούμεθα. Ὁρᾷς ὅτι ἐκείνους ῥυθμίζει; Πᾶν ὅ τι ἂν ποιῆτε, φησίν, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται. Ἐλευθέρους αὐτοὺς ἐποίησεν ἀντὶ δούλων, ὅταν μὴ δέωνται τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γάρ, Ἐκ ψυχῆς, τοῦτό ἐστι, τὸ μετ’ εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετ’ ἐλευθερίας καὶ προαιρέσεως. Καὶ τίς ὁ μισθός; Εἰδότες, φησίν, ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας ἡμῶν· τῷ γὰρ Κυρίῳ δουλεύετε. Οὐκοῦν παρ’ αὐτοῦ δῆλον ὅτι λήψεσθε τὸν μισθόν. Καὶ ὅτι τῷ Κυρίῳ δουλεύετε, δῆλον ἐκ τούτου. Ὁ δὲ ἀδικῶν, φησί, κομίσεται ὃ ἠδίκησεν. Ἐνταῦθα βεβαιοῖ τὸν πρότερον λόγον. Ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶναι τὰ ῥήματα, Λήψεται, φησίν, ὃ ἠδίκησε· τουτέστι, καὶ τιμωρίαν δίδωσιν· Οὐ γὰρ ἔστι προσωποληψία παρὰ τῷ θεῷ. Τί γάρ, εἰ δοῦλος εἶ; οὐκ αἰσχύνῃ. Καὶ μὴν τοῦτο πρὸς τοὺς δεσπότας ἔδει εἰπεῖν, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἐφεσίους. Ἀλλ’ ἐνταῦθά μοι δοκεῖ τοὺς Ἕλληνας αἰνίττεσθαι δεσπότας. Τί γάρ, εἰ ἐκεῖνος μὲν Ἕλλην, σὺ δὲ Χριστιανός; Οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται. Ὥστε καὶ οὕτω μετ’ εὐνοίας, καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί δέ ἐστι τὸ δίκαιον; τί δέ ἐστιν ἰσότης; Πάντων ἐν ἀφθονίᾳ καθιστᾷν, καὶ μὴ ἐᾷν ἑτέρων δεῖσθαι, ἀλλὰ ἀμείβεσθαι αὐτοὺς τῶν πόνων. Μὴ γάρ, ἐπειδὴ εἶπον, ὅτι παρὰ θεοῦ ἔχουσι τὸν μισθόν, διὰ τοῦτο σὺ ἀποστερήσῃς. Ἑτέρωθι δέ φησιν, Ἀνιέντες τὴν ἀπειλήν, ἡμερωτέρους ἐργάσασθαι βουλόμενος· τέλειοι γὰρ ἦσαν ἐκεῖνοι. Τουτέστιν, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Καὶ τό, Οὐκ ἔστι προσωποληψία, πρὸς τούτους εἴρηται· κεῖται δὲ ἐπ’ ἐκείνων, ἵνα οὗτοι δέξωνται. Ὅταν γὰρ ἑτέρῳ ἁρμόζον πρὸς ἕτερον εἴπωμεν, οὐκ ἐκεῖνον τοσοῦτον, ὅσον τὸν ὑπεύθυνον κατωρθώσαμεν. Καὶ ὑμεῖς μετ’ ἐκείνων, φησίν. Ἐνταῦθα κοινὴν ἐποίησε τὴν δουλείαν· Εἰδότες γάρ, φησίν, ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανοῖς. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς ῥᾳθυμεῖν πολλάκις ποιεῖ, διὰ τοῦτό φησι· Γρηγοροῦντες, τουτέστι, νήφοντες, μὴ ῥεμβόμενοι. Οἶδε γάρ, οἶδεν ὁ διάβολος ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται. Οἶδε δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι πολλοὶ εὐχόμενοι· διό φησι, Προσκαρτερεῖτε τῇ προσευχῇ, ὡς περί τινος ἐπιπόνου. Γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ. Τοῦτο γάρ, φησίν, ἔργον ὑμῶν ἔστω, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἑκόντας καὶ ὑπὲρ ὧν ἄκοντας ἐποίησεν εὖ, καὶ ὑπὲρ βασιλείας καὶ ὑπὲρ γεέννης, καὶ ὑπὲρ θλίψεως καὶ ὑπὲρ ἀνέσεως. Οὕτω γὰρ ἔθος τοῖς ἁγίοις εὔχεσθαι, καὶ ὑπὲρ τῶν κοινῶν εὐεργεσιῶν εὐχαριστεῖν.