Ancient Greek
ΟΜΙΛΙΑ Ι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 3.1-9
Not analysed yet
γ. Οἶδα ἐγώ τινα ἅγιον ἄνδρα οὕτως εὐχόμενον. Οὐδὲν πρὸ τούτου τοῦ ῥήματος ἔλεγεν, ἀλλ’ ὅτι. Εὐχαριστοῦμεν ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου τῶν ἐκ πρώτης ἡμέρας μέχρι τῆς παρούσης εἰς ἡμᾶς τοὺς ἀναξίους ἐπιδεικνυμένων· ὑπὲρ ὧν ἴσμεν καὶ οὐκ ἴσμεν, ὑπὲρ τῶν φανερῶν, ὑπὲρ τῶν ἀφανῶν, τῶν ἐν ἔργῳ γενομένων, τῶν ἐν λόγῳ, τῶν ἑκοντί, τῶν ἀκοντί· πασῶν τῶν εἰς τοὺς ἀναξίους ἡμᾶς γεγενημένων· ὑπὲρ θλίψεων, ὑπὲρ ἀνέσεων, ὑπὲρ τῆς γεέννης, ὑπὲρ τῆς κολάσεως, ὑπὲρ βασιλείας τῶν οὐρανῶν. Παρακαλοῦμέν σε φυλάξαι τὴν ψυχὴν ἡμῶν ἁγίαν, καθαρὰν συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου. Ὁ ἀγαπήσας ἡμᾶς ὥστε τὸν Μονογενῆ σου δοῦναι ὑπὲρ ἡμῶν, καταξίωσον ἀξίους γενέσθαι τῆς σῆς ἀγάπης· δὸς ἐν τῷ λόγῳ σου σοφίαν, καὶ ἐν τῷ φόβῳ σου, μονογενὲς Χριστὲ, ἔμπνευσον ἰσχὺν τὴν παρὰ σοῦ· ὁ τὸν Μονογενῆ δοὺς ὑπὲρ ἡμῶν, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον ἐξαποστείλας εἰς ἄφεσιν τῶν ἡμετέρων ἁμαρτιῶν, εἴ τι ἑκόντες ἢ ἄκοντες ἡμάρτομεν, συγχώρησον, καὶ μὴ λογίσῃ· μνήσθητι πάντων τῶν ἐπικαλουμένων τὸ ὄνομά σου ἐν ἀληθείᾳ· μνήσθητι πάντων τῶν εὖ, καὶ τἀναντία ἡμῖν θελόντων· πάντες γὰρ ἄνθρωποί ἐσμεν. Εἶτα ἐπιθεὶς τὴν εὐχὴν τῶν πιστῶν, ἐνταῦθα ἐπαύετο, ὡς κορωνίδα τινὰ καὶ σύνδεσμον ὑπὲρ πάντων τὴν εὐχὴν ποιησάμενος. Πολλὰ γὰρ ἡμᾶς ὁ θεὸς καὶ ἄκοντας εὖ ποιεῖ· πολλὰ γὰρ καὶ οὐκ εἰδότας, καὶ μείζονα. Ὅταν γὰρ τἀναντία εὐχώμεθα, αὐτὸς δὲ τἀναντία ποιῇ, δῆλον ὅτι καὶ οὐκ εἰδότας εὖ ποιεῖ. Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν. Ὅρα τὴν ταπεινοφροσύνην, μετ’ ἐκείνους ἑαυτὸν τίθησιν. Ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ. Εἴσοδόν φησι καὶ παῤῥησίαν. Βαβαί. ὁ ἀθλητὴς ὁ τοσοῦτος οὐκ εἶπεν, Ἵνα ἀπαλλαγῶ τῶν δεσμῶν, ἀλλὰ δέσμιος ὢν ἑτέρους παρεκάλει, καὶ παρεκάλει ἐπὶ πράγματι μεγάλῳ, ἵνα παῤῥησίαν λάβῃ. Τὰ δύο μεγάλα, καὶ ἡ ποιότης τοῦ προσώπου, καὶ ἡ τοῦ πράγματος. Βαβαί. ὅσον τὸ ἀξίωμα. Τὸ μυστήριον, φησί, τοῦ Χριστοῦ. Δείκνυσιν, ὅτι οὐδὲν αὐτῷ τούτου ποθεινότερον, τοῦ λαλῆσαι. Δι’ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι. Μετὰ πολλῆς, φησί, τῆς παῤῥησίας, καὶ μηδὲν ὑποστειλάμενον. Ὁρᾷς, τὰ δεσμὰ φανεροῖ αὐτόν, οὐ συσκιάζει. Μετὰ πολλῆς, φησί, τῆς παῤῥησίας. Εἰπέ μοι, σὺ δέδεσαι, καὶ ἄλλους παρακαλεῖς; Ναί, φησί· μείζονά μοι παῤῥησίαν δίδωσι τὰ δεσμά· ἀλλὰ δέομαι τῆς τοῦ θεοῦ ῥοπῆς· ἤκουσα γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν παραδιδῶσι ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσητε. Καὶ ὅρα πῶς μεταφορικῶς εἶπεν· Ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου· Ὅρα πῶς ἄτυφός ἐστι, καὶ πῶς ἐν τοῖς δεσμοῖς ὢν ταπεινὰ φθέγγεται· τούτεστιν, Ἵνα μαλάξῃ τὰς καρδίας αὐτῶν. Οὐκ εἶπεν οὕτως, ἀλλ’, Ἵνα ἡμῖν παῤῥησίαν δῷ, ταπεινοφρονῶν οὕτως εἴρηκε, καὶ τοῦτο ὅπερ εἶχεν, ἀξιοῖ λαβεῖν. Δείκνυσιν ἐν ταύτῃ τῇ Ἐπιστολῇ διὰ τί τότε οὐκ ἦλθεν ὁ Χριστὸς τῷ σκιὰν ἐκεῖνα καλέσαι· Τὸ δὲ σῶμα, φησί, τοῦ Χριστοῦ. Ὥστε ἔδει ἐν τῇ σκιᾷ ἐθισθῆναι. Ἅμα καὶ τῆς ἀγάπης τῆς εἰς αὐτοὺς μέγιστον ἐμφαίνει τεκμήριον· Ἵνα ὑμεῖς, φησίν, ἀκούσητε· Ἐγὼ δὲ δέδεμαι. Πάλιν τὸν δεσμὸν εἰς μέσον τίθησιν, οὗ σφόδρα ἐρῶ, ὃς διανίστησί μου τὴν καρδίαν, καὶ ἀεὶ εἰς ἐπιθυμίαν ἄγει τοῦ τὸν Παῦλον δεδεμένον ἰδεῖν, καὶ ἐν δεσμοῖς γράφοντα, καὶ κηρύττοντα, καὶ βαπτίζοντα, καὶ κατηχοῦντα. Ὑπὲρ τῶν ἐκκλησιῶν τῶν ἀπανταχοῦ ἀνεφέρετο αὐτῷ δεδεμένῳ, μυρία ᾠκοδόμει δεδεμένος. Τότε εὔλυτος μᾶλλον ἦν. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Καὶ αὐτὸς δὲ πάλιν τοῦτο ὁμολογεῖ λέγων· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἀλλ’ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Ἐδεσμεῖτο μετὰ τῶν κακούργων, μετὰ τῶν δεσμωτῶν, μετὰ τῶν ἀνδροφόνων· ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανόν, ὁ τὰ ἄῤῥητα ῥήματα ἀκούσας, ἐδέδετο. Ἀλλὰ τότε ταχύτερος ὁ δρόμος ἦν. Ὁ δεθεὶς ἐλέλυτο, καὶ ὁ μὴ δεδεμένος ἐδέδετο. Οὗτος μὲν γὰρ ὅπερ ἤθελεν, ἔπραττεν· ἐκεῖνος δὲ αὐτὸν οὐκ ἐκώλυεν, οὐδὲ τὴν ἰδίαν ἐπλήρου πρόθεσιν. Τί ποιεῖς, ὦ ἀνόητε; μὴ γὰρ σωματικός ἐστι δρομεύς; μὴ γὰρ ἐν σταδίῳ τῷ παρ’ ἡμῖν ἀγωνίζεται; ἐν οὐρανῷ πολιτεύεται· τὸν ἐν οὐρανῷ τρέχοντα δῆσαι τὰ ἐπὶ γῆς οὐ δύναται, οὐδὲ κατασχεῖν. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον; Περίβαλε δεσμὰ ταῖς ἀκτῖσι, στῆσον τοῦ δρόμου· ἀλλ’ οὐ δυνήσῃ. Οὐκοῦν οὐδὲ Παῦλον· καὶ πολλῷ μᾶλλον τοῦτον, ἢ ἐκεῖνον· πλείονος γὰρ οὗτος, ἢ ἐκεῖνος ἀπέλαυσε προνοίας, ἅτε φῶς φέρων οὐ τοιοῦτον ἡμῖν, ἀλλὰ τὸ ἀληθινὸν βαστάζων. Ποῦ νῦν εἰσιν οἱ μηδὲν βουλόμενοι διὰ τὸν Χριστὸν πάσχειν; τί δὲ λέγω πάσχειν, ὅπου γε οὐδὲ χρήματα βούλονται προέσθαι; Ἐδέσμει καὶ Παῦλός ποτε, καὶ ἐνέβαλλεν εἰς δεσμωτήριον· ἀλλ’ ἐπειδὴ τοῦ Χριστοῦ γέγονε δοῦλος, οὐ τῷ ποιεῖν λοιπόν, ἀλλὰ τῷ πάσχειν σεμνύνεται. Καὶ τοῦτο δὲ τοῦ κηρύγματος θαῦμα, ὅταν διὰ τῶν πασχόντων αὐτῶν, ἀλλ’ οὐ τῶν ποιούντων κακῶς, οὕτως ἐγείρηται καὶ αὔξηται. Ποῦ τις εἶδεν ἀγῶνας τοιούτους; Ὁ πάσχων κακῶς, νικᾷ· καὶ ὁ ποιῶν κακῶς, ἡττᾶται. Οὗτος ἐκείνου λαμπρότερος· διὰ δεσμῶν τὸ κήρυγμα εἰσῆλθεν. Οὐκ αἰσχύνομαι, ἀλλὰ καὶ σεμνύνομαι, φησί, τὸν ἐσταυρωμένον κηρύττων. Ἐννόησον γάρ μοι· Ἡ οἰκουμένη πᾶσα τοὺς λελυμένους ἀφεῖσα, τοῖς δεδεμένοις προσῄει· τοὺς δεσμοῦντας ἀποστρεφομένη, τοὺς τὴν ἅλυσιν περικειμένους τιμᾷ· τοὺς σταυρώσαντας μισήσασα, τὸν ἐσταυρωμένον προσκυνεῖ.