Ancient Greek
ΟΜΙΛΙΑ Γ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 2.1-3
Not analysed yet
β. Τί οὖν, φησίν; ἰδοὺ ἔκτισται; Πόθεν, εἰπέ μοι; Ἐπειδή, Πρωτότοκος, εἶπε. Καὶ μὴν οὐ, πρωτόκτιστος, εἶπεν, ἀλλά, Πρωτότοκος. Ἔπειτα εἰ διὰ τὸ πρωτότοκον λέγεσθαι, ἐκτίσθαι αὐτὸν φής, τί εἴπῃς, ὅταν ἀδελφὸν αὐτὸν ἀκούσητε λεγόμενον; Καὶ γὰρ ἀδελφὸν αὐτὸν καλεῖ ἡ Γραφὴ κατὰ πάντα ἡμῖν ὁμοιωθέντα. Ἆρα οὖν διὰ τοῦτο καὶ τὸ εἶναι αὐτὸν δημιουργὸν ἀφαιρήσομεν, καὶ οὔτε ἀξιώματι, οὔτε ἄλλῳ τινὶ προέχειν ἡμῶν ἀξιώσομεν; καὶ τίς ἂν τοῦτο τῶν νοῦν ἐχόντων εἴποι; Τὸ γὰρ Πρωτότοκος, οὐχὶ ἀξίας καὶ τιμῆς, ἀλλὰ χρόνου μόνον ἐστὶ σημαντικόν. Ἂν τοίνυν πλέον ἡμῶν οὐδὲν ἔχῃ, τάχα κατὰ τοῦτον τὸν λόγον πάντων ἐστὶ πρωτότοκος, καὶ ὁμοούσιος ἔσται ὁ θεὸς Λόγος καὶ λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν· Πρωτότοκος γάρ, φησί, πάσης κτίσεως. Ἀλλὰ πρωτότοκος εἴρηται, φησίν· οὐκοῦν ἔκτισται. Καλῶς, ἐὰν τοῦτο ᾖ, καὶ μὴ ἀδελφά τινα ἔχῃ καὶ ἄλλα, οἷον τό, Πρωτότοκος ἐκ νεκρῶν, πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Τό, πρωτότοκος ἐκ τῶν νεκρῶν, τίνος ἐστὶ δηλωτικόν, εἰπέ μοι; Οὐ γὰρ τοῦ, ὅτι πρῶτος ἀνέστη, ἐρεῖς· οὐ γὰρ εἶπεν ἁπλῶς νεκρῶν, ἀλλὰ πρωτότοκος ἐκ τῶν νεκρῶν· οὐδὲ ὅτι ἀπέθανε πρῶτος, ἀλλ’ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη. Ὥστε οὐδὲν ἕτερον δηλοῖ, ἢ τοῦτο, ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό. Ἵνα γὰρ μὴ νομίσωσι νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι μὲν δι’ ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι’ αὐτοῦ, δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι· οὐ γὰρ ἂν ἀπὸ σκότους οὗτος ἤγαγε· δεύτερον, ὅτι καὶ πρὸ αὐτῶν ἐστι. Καὶ σημεῖον ποιεῖται τοῦ πρὸ αὐτῶν εἶναι, τὸ δι’ αὐτοῦ αὐτοὺς ἐκτίσθαι· Ὅτι ἐν αὐτῷ, φησίν, ἐκτίσθη τὰ πάντα. Τί λέγουσιν ἐνταῦθα οἱ τὰ Παύλου τοῦ Σαμοσατέως φρονοῦντες; Ὅτι τὰ πάντα ἐν αὐτῷ γέγονεν. Ἰδοὺ γὰρ εἴρηται, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς εἶπεν. Ὅπερ ἀμφισβητούμενον ἦν, πρῶτον τέθεικεν. Εἶτα ἐπάγει, Τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀόρατα τὴν ψυχὴν λέγων, ὁρατὰ πάντας ἀνθρώπους. Καὶ τὸ μὲν ὁμολογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν. Εἶτά φησιν, Εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι. Τό, Εἴτε, τοῦ παντὸς περιληπτικόν ἐστι. Τὸ δὲ πνεῦμα οὐ μετὰ τῶν ἐξουσιῶν ἀριθμοῦντος, ἀλλὰ ἀπὸ τῶν μειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστί. Τὰ πάντα, φησί, δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Ἰδοὺ τό, Ἐν αὐτῷ, δι’ αὐτοῦ ἐστιν. Εἰπὼν γάρ, Ἐν αὐτῷ, ἐπήγαγε, Δι’ αὐτοῦ. Τὸ δέ, Εἰς αὐτόν, τί ἐστι; Τουτέστιν, εἰς αὐτὸν κρέμαται ἡ πάντων ὑπόστασις. Οὐ μόνον αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἂν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται. Ἀλλ’ οὐκ εἶπε, διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ τὸ λεπτότερον, ὅτι εἰς αὐτὸν κρέμαται. Μόνον γὰρ τὸ πρὸς αὐτὸν νεύειν, ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. Οὕτω καὶ τό, Πρωτότοκος, ὡς θεμέλιος λέγεται. Τοῦτο δὲ οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι’ αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ δηλοῖ. Οὕτω καὶ ἀλλαχοῦ ὅταν λέγῃ, θεμέλιον τέθεικα, οὐ περὶ τῆς οὐσίας φησίν, ἀλλὰ τῆς ἐνεργείας. Ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην εἶναι αὐτόν, φησίν, αὐτὸν αὐτὰ διακρατεῖν, ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαί ἐστι. Καίτοι ἐφ’ ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη εἰσάγει, τοῦτο δὲ οὐκέτι· οὐδὲ γὰρ φθειρόμενον κατέχει. Καὶ αὐτός ἐστι πρὸ πάντων, φησί. Τοῦτο θεῷ ἁρμόζον. Ποῦ Παῦλος ὁ Σαμοσατεύς; Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· τουτέστιν, εἰς αὐτὸν ἔκτισται. Συνεχῶς αὐτὰ στρέφει, τῇ συνεχείᾳ τῶν ῥημάτων καθάπερ πυκναῖς τισι πληγαῖς πρόῤῥιζον ἀνασπῶν τὸ δόγμα τὸ ὀλέθριον. Εἰ γὰρ καὶ τοσαῦτα εἴρηται, καὶ μετὰ τοσοῦτον χρόνον ἀνέφυ Παῦλος ὁ Σαμοσατεὺς, πόσῳ μᾶλλον, εἰ μὴ ταῦτα προείρητο; Καὶ τὰ πάντα, φησίν, ἐν αὐτῷ συνέστηκε. Πῶς συνέστηκεν ἐν τῷ οὐκ ὄντι; Ὥστε καὶ τὰ δι’ ἀγγέλων αὐτοῦ ἐστι. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας. Εἰπὼν περὶ τῆς ἀξίας, λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας. Αὐτός ἐστι, φησίν, ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας. Οὐκ εἶπε, τοῦ πληρώματος, αὐτὸ μὲν τοῦτο καὶ οὕτω δηλῶν, θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι αὐτόν, ὅτι ὁ οὕτως ἄνω καὶ πάντων ἀνώτερος, τοῖς κάτω ἑαυτὸν συνῆψε. Πανταχοῦ γάρ ἐστι πρῶτος· ἄνω πρῶτος, ἐν τῇ ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀναστάσει πρῶτος. Τοῦτο γάρ ἐστιν, Ἵνα γένηται αὐτὸς πρωτεύων.