Ancient Greek
ΟΜΙΛΙΑ Γ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 1
Not analysed yet
Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας. α. Τήμερον ἀποδοῦναι ἀναγκαῖον τὸ ὄφλημα, ὅπερ χθὲς ἀνεβαλόμην, ὥστε ἀκμαζούσαις ὑμῶν προσβαλεῖν ταῖς διανοίαις. Περὶ τῆς τοῦ υἱοῦ ἀξίας διαλεγόμενος ὁ Παῦλος ταῦτά φησιν, ὥσπερ καὶ ἀπεδείξαμεν· Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. Τίνος οὖν αὐτὸν οἴει λέγειν εἰκόνα εἶναι; Εἰ μὲν τοῦ θεοῦ, καλῶς· θεὸς γὰρ καὶ θεοῦ υἱός· θεοῦ δὲ εἰκὼν τὸ ἀπαράλλακτον δείκνυσιν· οὐκοῦν ἀπαράλλακτος κατὰ τοῦτο· εἰ δὲ ἀνθρώπου, εἰπέ, καὶ ὡς μαινομένου λοιπὸν ἀποστήσομαι. Διὰ τί δὲ μηδαμοῦ μήτε εἰκών, μήτε υἱός, ἄγγελος κέκληται, ἀλλ’ ἄνθρωπος ἀμφότερα; Διὰ τί; Ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηρμένον ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν, καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγον κάτω. Διὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης, θαῤῥούντως ἡ Γραφὴ τίθησι τὴν τιμήν· ἔνθα δὲ μείζων ἡ φύσις, οὐκέτι. Ἀλλ’, Εἰκὼν τοῦ ἀοράτου, φησίν. Οὐκοῦν εἰ ἐκεῖνος ἀόρατος, καὶ αὕτη ὁμοίως ἀόρατος, ἐπεὶ οὐδ’ ἂν εἰκὼν εἴη. Τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκών, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον δεῖ εἶναι, οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως. Ἀλλ’ ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα, μᾶλλον δὲ πανταχοῦ, ἐὰν τὰ τῆς ἀκριβείας ζητῇς· ἔνθα δὲ ὁ θεός, οὐδαμοῦ σφάλλεται, οὐδὲ διάπτωσίς τις γίνεται. Εἰ δὲ κτίσμα, πῶς εἰκὼν τοῦ κτίσαντος; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών. Εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκών, τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ αὐτοὶ ἀόρατοι, ἀλλ’ οὐχ ἑαυτοῖς· καὶ ψυχὴ ἀόρατος· ἀλλ’ ἐπειδὴ ἀόρατος, ἁπλῶς διὰ τοῦτο εἰκών, εἰ καὶ μὴ οὕτως ὥσπερ αὐτός. Πρωτότοκος πάσης κτίσεως.