Ancient Greek
ΟΜΙΛΙΑ Δ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 2.1-4
Not analysed yet
β. Καὶ ποία αὕτη ἀκολουθία; Δοκεῖ μὲν ἀπηρτῆσθαι, πολλὴν δὲ ἔχει τὴν ἀκολουθίαν. Καί, Διάκονος, φησίν· ἀντὶ τοῦ, οὐδὲν παρ’ ἐμαυτοῦ εἰσφέρων, ἀλλὰ τὰ ἑτέρου καταγγέλλων. Οὕτω δὲ πιστεύω, ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ· καὶ οὐ πάσχω μόνον, ἀλλὰ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ἀφορῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ, ἀλλ’ ὑπὲρ ὑμῶν. Καὶ ἀνταναπληρῶ, φησί, τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Δοκεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο, ἀλλ’ οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο, ἀλλὰ καὶ πολλῆς φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ’ ἐκείνου τὰ πάθη. Οὕτω δὲ εἶπε, τούτους οἰκειῶσαι αὐτῷ βουλόμενος. Καὶ ἃ ἐγὼ πάσχω, δι’ ἐκεῖνον πάσχω, φησίν· ὥστε μὴ ἐμοὶ χάριν ὁμολογεῖτε, ἀλλ’ ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα. Ὥσπερ ἂν εἴ τις πεμφθεὶς πρός τινα, ἕτερον ἀξιώσειε λέγων· Παρακαλῶ σε, ὑπὲρ ἐμοῦ ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγοι, ὅτι Διὰ τόνδε ταῦτα ποιῶ. Ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήματα λέγειν. Οὐ γὰρ μόνον ἀπέθανεν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ μετὰ τὸ ἀποθανεῖν ἕτοιμός ἐστι θλιβῆναι δι’ ἡμᾶς. Ἐφιλονείκησε καὶ ἐβιάσατο δεῖξαι αὐτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος, καὶ πρὸς ἐκεῖνο ἀποτείνεται, ὅτι Οὐ δι’ ἡμῶν προσάγεσθε, ἀλλὰ δι’ αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν· οὐ γὰρ οἰκεῖον ἔργον ἀνεδεξάμεθα, ἀλλὰ τὸ ἐκείνου. Καὶ ταυτόν ἐστιν, ὥσπερ ἂν εἴ τις τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς, καὶ ἐν τῷ πολέμῳ στήκοι, εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύματα ἀναδέξοιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. Εἶτα ὅτι καὶ δι’ αὐτὸν ταῦτα ποιεῖ, ἄκουσον. Ὑπὲρ τοῦ σώματος αὐτοῦ, φησί· τοῦτο θέλων εἰπεῖν, ὅτι Οὐχ ὑμῖν χαρίζομαι, ἀλλὰ τῷ Χριστῷ· ἃ γὰρ ἐκεῖνον ἔδει παθεῖν, ἐγὼ πάσχω ἀντ’ αὐτοῦ· ὅρα πόσα κατασκευάζει. Δείκνυσι πολὺ τὸ φίλτρον· ὥσπερ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν, Ἐν ἡμῖν ἔθετο τὴν διακονίαν τῆς καταλλαγῆς· καὶ πάλιν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· τοῦτο καὶ ἐνταῦθά φησιν, Ὑπὲρ αὐτοῦ πάσχω, ἵνα μᾶλλον αὐτοὺς ἐπισπάσηται. Τουτέστιν, Εἰ καὶ ὁ ὀφείλων ὑμῖν ἀπῆλθεν, ἀλλ’ ἐγὼ ἀποδίδωμι. Διὰ γὰρ τοῦτο καὶ Ὑστερήματα εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι. Ὑπὲρ ὑμῶν, φησί, καὶ μετὰ θάνατον πάσχει, εἴ γε ἔτι ἐλλείμματα ἔμεινε. Τοῦτο ἐν τῇ πρὸς Ῥωμαίους ἑτέρως ποιεῖ λέγων· Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· δεικνὺς ὅτι οὐκ ἠρκέσθη τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα μυρία ποιεῖ. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων ταῦτα λέγει, ἀλλὰ τὸν Χριστὸν δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα. Καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσι τῷ ἐπαγαγεῖν, Ὑπὲρ τοῦ σώματος αὐτοῦ. Ὅτι γὰρ οὕτως ἔχει, καὶ οὐδὲν ἀπεικός, δῆλον ἐκ τοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ ταῦτα γενέσθαι. Ὅρα πῶς ἡμᾶς συνῆψεν ἑαυτῷ. Τί τοίνυν ἐπεισάγετε διὰ μέσου ἀγγέλους; Ἧς ἐγὼ ἐγενόμην, φησί, διάκονος. Τί ἑτέρους ἐπεισάγετε ἀγγέλους; ἐγώ εἰμι διάκονος. Εἶτα δείκνυσιν ὅτι οὐδὲν αὐτὸς ἐποίησεν, εἴ γε διάκονός ἐστιν. Ἧς ἐγενόμην ἐγώ, φησί, διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ οἰκονομίαν. Ἤτοι τοῦτό φησιν, ὅτι Οὕτως ἠθέλησεν, αὐτοῦ ἀπελθόντος, ἡμᾶς διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι διακέησθε· αὐτὸς γάρ ἐστιν ὁ παθών, αὐτὸς ὁ πρεσβεύων· ἢ τοῦτό φησιν, ὅτι Ἐμὲ τὸν μάλιστα πάντων διώκτην διὰ τοῦτο εἴασε διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύσσων· ἢ οἰκονομίαν φησίν, ὅτι Οὐκ ἔργα ἐζήτησεν οὐδὲ πράξεις οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα. Οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. Εἰς ὑμᾶς, φησί, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ. Περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους τῷ εἰπεῖν, Πληρῶσαι. Τὸ γὰρ ἔθνη ἀπεῤῥιμμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ’ οἰκονομίας τῆς τοῦ θεοῦ· Ἐπεὶ ἐγὼ οὐκ ἂν ἴσχυσα, φησί. Δείξας δὴ τὸ μεῖζον, τὰ αὐτοῦ παθήματα τοῦ Χριστοῦ ὄντα, τότε τὸ σαφέστερον ἐπάγει, ὅτι Καὶ τοῦτο τοῦ θεοῦ ἐστι, τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς. Καὶ δείκνυσιν ἐνταῦθα οὐ φανερῶς, ὅτι Καὶ τοῦτο οἰκονομίας, τὸ νῦν λεχθῆναι, ὅτι δύνασθε ἀκούειν, ἀλλ’ οὐκ ἀμελείας, ἀλλ’ ὥστε δεκτικοὺς γενέσθαι. Ὁ γὰρ θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ, ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν. Καὶ τοῦτο αἴτιον τοῦ νῦν παραγενέσθαι τὸν Χριστὸν, ἀλλὰ μὴ πάλαι. Οὕτω καὶ δείκνυσιν ἐν τῷ Εὐαγγελίῳ ὅτι διὰ τοῦτο τοὺς δούλους ἀπέστειλε πρώτους, ἵνα μὴ ἐπὶ τὸν φόνον ἔλθωσι τοῦ υἱοῦ. Εἰ γὰρ οὐδὲ μετὰ τοὺς δούλους ἐλθόντα τὸν υἱὸν ᾐδέσθησαν, πολλῷ μᾶλλον πρὸ τούτου· εἰ τῶν ἐλαττόνων οὐκ ἤκουον προσταγμάτων, πῶς τῶν μειζόνων ἤκουσαν ἄν; Τί οὖν φησιν; Οὐκ εἰσὶν Ἰουδαῖοι καὶ νῦν, καὶ Ἕλληνες ἀτελέστερον διακείμενοι; Τοῦτο λοιπὸν ὑπερβολὴ ῥᾳθυμίας. Τὸ γὰρ μετὰ τοσοῦτον χρόνον, μετὰ τοσαῦτα διδάγματα ἔτι μένειν ἀτελεῖς, πολλῆς νωθείας ἐστίν.