Ancient Greek
ΟΜΙΛΙΑ Δ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 3.1-4
Not analysed yet
γ. Ὅταν οὖν λέγωσιν Ἕλληνες, Διὰ τί νῦν ἦλθεν ὁ Χριστός; μὴ τοῦτο ἀφῶμεν λέγειν αὐτοὺς, ἀλλ’, εἰ μὴ κατώρθωσεν, ἐρωτῶμεν. Ὥσπερ γὰρ εἰ καὶ παρὰ τὴν ἀρχὴν ἦλθε καὶ μὴ κατώρθωσεν, οὐκ ἤρκει ἡμῖν πρὸς ἀπολογίαν ὁ καιρός· οὕτως, ἐπειδὴ κατώρθωσεν, οὐκ ἂν εἴημεν δίκαιοι τοῦ καιροῦ τὰς εὐθύνας ὑπέχειν. Οὐδὲ γὰρ ἰατρόν τις τὴν νόσον λύσαντα καὶ ἐπὶ ὑγείαν ἀγαγόντα ἀπαιτεῖ τῆς ἰατρείας τὰς εὐθύνας, οὐδὲ στρατηγὸν νενικηκότα τις ἐξετάζει, διὰ τί τῷδε τῷ καιρῷ, καὶ διὰ τί ἐν τῷδε τῷ τόπῳ. Ταῦτα γάρ, μὴ κατορθώσαντος, ἦν ἐρωτᾷν· κατορθώσαντος δέ, καὶ ἀποδέχεσθαι. Τίς γάρ, εἰπέ μοι, ἀξιοπιστότερος; ὁ σὸς λογισμὸς καὶ ἡ συκοφαντία, ἢ ἡ τοῦ πράγματος τελειότης; ἐνίκησεν, ἢ οὐκ ἐνίκησε; τοῦτο δεῖξον· ἐκράτησεν, ἢ οὐκ ἐκράτησεν; ἐξήγαγεν εἰς τέλος ἅπερ εἶπεν, ἢ οὔ; Αὗταί εἰσιν αἱ εὐθῦναι. Εἰπὲ δή μοι, θεὸν πάντως ὁμολογεῖς εἶναι, εἰ καὶ μὴ Χριστόν; ἐρωτῶ δή σε· ἄναρχος ὁ θεός; Πάντως ἐρεῖς. Εἰπὲ δή μοι, διὰ τί μὴ πρὸ μυρίων ἐτῶν τοὺς ἀνθρώπους ἐποίησε; πλείονα γὰρ ἔμελλον ζήσεσθαι χρόνον. Εἰ γὰρ καλὸν τὸ εἶναι, πολλῷ μᾶλλον τὸ ἐπιπλεῖον εἶναι. Νῦν δὲ ἐζημιώθησαν ὃν οὐκ ἐγένοντο χρόνον; Ἀλλ’ οὐκ ἐζημιώθησαν· τὸ δὲ πῶς, αὐτὸς οἶδεν ὁ πεποιηκώς. Πάλιν σε ἐρωτῶ, διὰ τί μὴ πάντας ἀθρόον ἐποίησεν, ἀλλ’ ἡ μὲν τοῦ δεῖνος ψυχὴ τοῦ πρώτου γενομένου τοσαῦτα ἔτη ἔχει οὖσα, ἡ δὲ ἑτέρα ἠλάττωται ἡ μηδέπω γενομένη; διὰ τί τὸν μὲν πρῶτον, τὸν δὲ ὕστερον ἐποίησεν εἰς τόνδε παραχθῆναι τὸν κόσμον; καὶ τοιαῦτα ὄντως ζητήσεως ἄξια, ἀλλ’ οὐ πολυπραγμοσύνης· τοῦτο γὰρ οὐδὲ ζητήσεως. Ἐγὼ δὲ ἐρῶ τὴν αἰτίαν ἥνπερ εἶπον· ὑπόθου γάρ μοι τὴν ἀνθρωπίνην φύσιν ὥσπερ μίαν τινὰ ἡλικίαν, καὶ τοὺς μὲν πρώτους χρόνους μειρακίου τάξιν ἔχειν τὸ γένος τὸ ἡμέτερον, τοὺς δὲ μετ’ ἐκεῖνο νεανίσκου, τούτους δὲ τοὺς ἐγγὺς τοῦ γήρως πρεσβύτου. Λοιπὸν ὅταν ἡ ψυχὴ ἀκμάζῃ, τῶν τοῦ σώματος μελῶν χαλασθέντων, καὶ τοῦ πολέμου λυθέντος, τότε ἤχθημεν ἐπὶ τὴν φιλοσοφίαν. Καὶ μὴν τοὐναντίον, φησί· μειράκια ὄντα διδάσκομεν, ἀλλ’ οὐ τὰ μεγάλα δόγματα, ἀλλὰ ῥητορείαν, ἀλλὰ δεινότητα λόγων· ταῦτα μὲν οὖν, ὅταν ἀκμάζοντα γένηται. Ὅρα καὶ τὸν θεὸν ταῦτα ποιοῦντα ἐπὶ τῶν Ἰουδαίων. Καθάπερ γὰρ παιδίοις τοῖς Ἰουδαίοις γραμματιστὴν τὸν Μωϋσέα οὕτως αὐτοῖς ἐπέστησε, καὶ ὡς παιδία, οὕτως αὐτοὺς ἀνήγαγεν ἐκεῖνος σκιαγραφῶν, καθάπερ ἡμεῖς τὰ στοιχεῖα. Σκιὰν γὰρ ἦν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Καθάπερ οὖν ἡμεῖς τοῖς παιδίοις καὶ πλακοῦντας ὠνούμεθα, καὶ ἀργύρια δίδομεν, ἓν μόνον παρ’ αὐτῶν ἀπαιτοῦντες, τὸ τέως βαδίζειν ἐπὶ τὸ διδασκαλεῖον· οὕτω καὶ ὁ θεὸς τότε καὶ πλοῦτον ἔδωκε καὶ τρυφήν, ἓν παρ’ αὐτῶν ὠνούμενος μόνον διὰ τῆς πολλῆς συγχωρήσεως τὸ ἀκούειν Μωϋσέως. Διὰ τοῦτο αὐτοὺς διδασκάλῳ παρέδωκεν, ἵνα μὴ αὐτοῦ καταφρονῶσιν, ἀλλὰ περιέχωνται καθάπερ πατρὸς φιλοστόργου. Ὅρα γὰρ πῶς ἐκεῖνον μόνον ἐδεδοίκεσαν. Οὐ γὰρ εἶπον, Ποῦ ἐστιν ὁ θεός; ἀλλά, Ποῦ ἐστι Μωϋσῆς; καὶ παρὼν μόνον φοβερὸς ἦν. Ὅτε γοῦν κακῶς ἔπραξαν, ὅρα πῶς αὐτοὺς ἐκόλασεν. Ὁ μὲν γὰρ θεὸς αὐτοὺς ἀποκηρῦξαι ἐβούλετο, αὐτὸς δὲ οὐκ ἀφίησι· μᾶλλον δὲ τὸ ὅλον τοῦ θεοῦ γέγονε, καθάπερ πατρὸς ἀπειλοῦντος, ἐκείνου δὲ αὐτὸν οἱονεὶ διδασκάλου παραιτουμένου, καὶ λέγοντος, ὅτι Ἐμοὶ συγχώρησον, καὶ ἐκ τοῦ νῦν ἀναδέχομαι. Οὕτως ἐγένετο διδασκαλεῖον ἡ ἔρημος. Καὶ καθάπερ παιδία χρονίσαντα ἐπὶ τῆς διατριβῆς, ἀναχωρῆσαι βούλεται· οὕτω καὶ ἐκεῖνοι τότε συνεχῶς τὴν Αἴγυπτον ἐζήτουν, καὶ ἔκλαιον λέγοντες· Ἀπολώλαμεν, ἐξανηλώμεθα, παραπολώλαμεν. Καὶ τὴν πινακίδα αὐτῶν συνέτριψεν ὁ Μωϋσῆς, ἐφ’ ἧς γράψας αὐτοῖς ἦν καθάπερ ὀνόματά τινα· ταυτὸ ποιῶν, ὅπερ καὶ διδάσκαλος ποιήσειεν ἂν, τὴν δέλτον λαβών, καὶ ἰδὼν κακῶς γεγραμμένην, καὶ αὐτὴν ῥίπτει τὴν δέλτον, πολὺν τὸν θυμὸν ἐνδείξασθαι βουλόμενος· κἂν κατεάξῃ, ὁ πατὴρ οὐ χολᾷ. Αὐτὸς μὲν γὰρ ἐνέκειτο γράφων· ἐκεῖνοι δὲ οὐχ ὁρῶντες εἰς αὐτόν, ἀλλ’ ἑτέρωθι ἐστραμμένοι ἠτάκτουν· καὶ καθάπερ ἐν τῇ διατριβῇ ἀλλήλους τύπτουσιν οἱ παῖδες, οὕτω καὶ τότε ἀλλήλους τύπτειν ἐκέλευσε καὶ ἀναιρεῖν. Καὶ πάλιν καθάπερ μαθήματα διδοὺς, εἶτα ἀπαιτῶν, καὶ οὐχ εὑρίσκων, ἐκόλαζεν. Οἷόν τι λέγω· γράμματα τῆς δυνάμεως τοῦ θεοῦ ἦσαν γνωριστικὰ τὰ ἐν Αἰγύπτῳ. Ναί, φησίν· ἀλλὰ ταῦτα τὰ γράμματα τὰς πληγὰς ἐδήλου, καὶ ὅτι τοὺς ἐχθροὺς κολάζει, καὶ διδασκαλεῖον αὐτοῖς ἦν ἀκριβές. Τί γὰρ ἦν ἄλλο ἡ κόλασις τῶν ἐχθρῶν, ἀλλ’ ἢ ὑμετέρα εὐεργεσία; Ἄλλως δὲ καὶ εὐηργέτει ὑμᾶς· καὶ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις λέγοι μὲν εἰδέναι τὰ στοιχεῖα, σποράδην δὲ ἐρωτώμενος μὴ εὑρίσκοι, καὶ τύπτοιτο. Οὕτω κἀκεῖνοι ἔλεγον μὲν εἰδέναι τὴν δύναμιν τοῦ θεοῦ, σποράδην δὲ ἀπαιτούμενοι τὴν γνῶσιν, αὐτὴν οὐ παρείχοντο· διὸ καὶ ἐτύπτοντο. Εἶδες ὕδωρ; ὀφείλεις ἀναμνησθῆναι τοῦ ὕδατος τοῦ ἐν Αἰγύπτῳ. Ὁ γὰρ ἀπὸ ὕδατος αἷμα ποιήσας, δυνήσεται καὶ τοῦτο ποιῆσαι· ὥσπερ καὶ ἡμεῖς λέγομεν πολλάκις τοῖς παιδίοις· Ὅταν ἴδῃς ἐν τῷ βιβλίῳ τό, α, στοιχεῖον, ἀναμνήσθητι ὅτι ἐν τῇ πινακίδι αὐτὸ εἶχες. Εἶδες λιμόν; ἀναμνήσθητι ὅτι αὐτὸς ἦν ὁ τὰ γεννήματα ἀπολέσας. Εἶδες πολέμους; ἀναμνήσθητι τοῦ καταποντισμοῦ. Εἶδες ὅτι μεγάλοι οἱ τὴν γῆν οἰκοῦντες; ἀλλ’ οὐ τῶν Αἰγυπτίων μείζους. Εἶτα ὁ ἐκ μέσου αὐτῶν σε λαβών, οὐ πολλῷ μᾶλλον ἔξωθεν ὄντα σώσειεν ἄν; Ἀλλ’ οὐκ ᾔδεσαν σκορπιστὰ ἐρωτᾶσθαι τὰ στοιχεῖα· διὰ τοῦτο ἐτύπτοντο. Ἔφαγον καὶ ἔπιον, καὶ ἀπελάκτισαν. Ἔδει ἐν τῷ μάννα μὴ ζητεῖν τρυφήν, τὸ ἀπὸ ταύτης μαθόντας κακόν. Καὶ ταυτὸν ἐποίουν, οἷον εἰ ἐλεύθερος παῖς εἰς διδασκαλεῖον πεμπόμενος, ἐπιζητοίη τὸ μετὰ τῶν δούλων ἄγεσθαι, καὶ ὑπηρετεῖν αὐτοῖς, καὶ τὴν ἀναγκαίαν καὶ ἐλευθέρῳ πρέπουσαν τροφὴν λαβών, καὶ ἐν τῇ τοῦ πατρὸς τραπέζῃ καθήμενος, τῆς τῶν οἰκετῶν ἀπολαύειν θέλοι τῆς δυσώδους, τῆς ταραχῆς ἐμπεπλησμένης. Οὕτω καὶ οὗτοι Αἴγυπτον ἐζήτουν, καὶ ἔλεγον τῷ Μωϋσῇ, Ναί, κύριε, πάντα ὅσα ἂν εἴπῃς ποιήσομεν, καὶ ἀκουσόμεθα. Καὶ ὅπερ ἐπὶ τῶν σφόδρα δυσδιορθώτων παίδων γίνεται, τοῦ πατρὸς αὐτοὺς ἀνελεῖν βουλομένου, ὁ διδάσκαλος παραιτεῖται συνεχῶς, τοῦτο καὶ τότε ἐγίνετο.