Ancient Greek
ΟΜΙΛΙΑ Β.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 3.1-2
Not analysed yet
γ. Διπλῆ γὰρ αὕτη τιμὴ τὸ καὶ δοῦναι, καὶ ἐπιτηδείους κατασκευάσαι τῆς δωρεᾶς. Οὐκ εἶπε, Δόντι, ἁπλῶς, ἀλλ’, Ἱκανώσαντι εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι τῷ κατατάξαντι ἡμᾶς μετὰ τῶν ἁγίων. Ἀλλ’ οὐχ ἁπλῶς εἶπε, κατατάξαντι, ἀλλά, καὶ τῶν αὐτῶν ἀπολαῦσαι παρεσχηκότι. Ἡ γὰρ μερὶς ἐκεῖνό ἐστιν ὅπερ ἕκαστος λαμβάνει. Ἔστι γὰρ καὶ ἐν τῇ αὐτῇ εἶναι πόλει, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν· τὴν δὲ αὐτὴν μερίδα ἔχειν, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν, οὐκ ἔστιν. Ἔστιν ἐν τῷ αὐτῷ κλήρῳ εἶναι, καὶ μὴ τὴν αὐτὴν ἔχειν μερίδα· οἷον ἐν τῷ κλήρῳ πάντες ἐσμέν, ἀλλ’ οὐ τὴν αὐτὴν ἔχομεν πάντες μερίδα. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν, ἀλλὰ καὶ τὴν μερίδα μετὰ τοῦ κλήρου. Διὰ τί δὲ κλῆρον καλεῖ; Δεικνὺς ὅτι οὐδεὶς ἀπὸ κατορθωμάτων οἰκείων βασιλείας τυγχάνει· ἀλλ’ ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλόν ἐστιν, οὕτω δὴ καὶ ἐνταῦθα. Οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν. Διὰ τοῦτό φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι, τῇ γνώσει. Δοκεῖ δέ μοι καὶ περὶ τῶν παρόντων, καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν. Εἶτα δείκνυσιν ὧν ἠξιώθημεν. Οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστόν, ὅτι βασιλείας ἀξιούμεθα, ἀλλὰ καὶ τίνες ὄντες, δεῖ προσθεῖναι· οὐ γάρ ἐστιν ἴσον. Ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, λέγων· Μόλις γὰρ ὑπὲρ τοῦ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Ὃς ἐῤῥύσατο ἡμᾶς, φησίν, ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους. Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαμοῦ γὰρ ἡμῶν κατόρθωμα. Ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους ,φησί· τουτέστι, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος. Οὐκ εἶπεν ἁπλῶς, σκότους, ἀλλ’, Ἐξουσίας· πολλὴν γὰρ ἡμῶν εἶχε τὴν ἐξουσίαν, καὶ ἐκράτει ἡμῶν. Χαλεπὸν μὲν γὰρ καὶ τὸ ἁπλῶς εἶναι ὑπὸ τῷ διαβόλῳ· τὸ δὲ καὶ μετ’ ἐξουσίας, τοῦτο χαλεπώτερον. Καὶ μετέστησε, φησίν, εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐκ ἄρα εἰς τὴν ἀπαλλαγὴν τοῦ σκότους μόνον ἔδειξεν αὐτοῦ τὴν φιλανθρωπίαν. Μέγα μὲν οὖν καὶ τὸ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς βασιλείαν εἰσαγαγεῖν, πολλῷ μεῖζον. Ὅρα οὖν πῶς πολύπλοκον γίνεται τὸ δῶρον, ὅτι ἐν τῷ πυθμένι κειμένους ἀπήλλαξεν ἡμᾶς, ὅτι οὐκ ἀπήλλαξε μόνον, ἀλλὰ καὶ μετέθηκεν εἰς βασιλείαν. Ὃς ἐῤῥύσατο ἡμᾶς. Οὐκ εἶπεν, ἐξέβαλεν, ἀλλ’, Ἐῤῤύσατο, τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν, καὶ ἐκείνων τὴν αἰχμαλωσίαν. Εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ θεοῦ δυνάμεως· Καὶ μετέστησε, φησίν· ὥσπερ ἂν εἴ τις στρατιώτην ἀπὸ τόπου εἰς τόπον μεταγάγοι. Καὶ οὐκ εἶπε, μετήγαγεν, οὐδὲ μετέθηκε· τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος· ἀλλά, Μετέστησεν, εἶπεν, ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ τοῦτο γενέσθαι. Εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐχ ἁπλῶς εἶπε, βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν λόγον, Βασιλείαν υἱοῦ εἰπών· τούτου γὰρ οὐδὲν μεῖζον ἐγκώμιον· ὃ καὶ ἀλλαχοῦ φησιν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς, φησί, τῷ υἱῷ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ. Τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους, ἀθρόον που αὐτοὺς μετέστησεν, ἔνθα ὁ υἱός, εἰς τὴν αὐτὴν ἐκείνῳ τιμήν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνῳ, ἀλλ’ ἵνα δείξῃ μέγα τὸ δῶρον, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, βασιλείαν, ἀλλὰ καὶ τοῦ υἱοῦ προσέθηκε· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ τοῦ ἀγαπητοῦ· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ τὸ τῆς φύσεως ἔντιμον. Τί γάρ φησιν; Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. Ἀλλ’ οὐκ εὐθέως ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ παρενέβαλε τὴν εὐεργεσίαν τὴν εἰς ἡμᾶς. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι τὸ πᾶν τοῦ πατρὸς ἦν, νομίσῃς τὸν υἱὸν ἐκτὸς εἶναι, δίδωσι τὸ πᾶν καὶ τῷ υἱῷ, δίδωσι καὶ τῷ πατρί. Ἐκεῖνος μὲν γὰρ μετέθηκεν, ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχε. Τί γάρ φησιν; Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους. Ταὐτὸν δὲ ἐστὶ τῷ, Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Εἰ γὰρ μὴ ἀφείθημεν τῶν ἁμαρτημάτων, οὐκ ἂν μετέστημεν. Ἰδοὺ πάλιν ἐνταῦθα τό, Ἐν ᾧ. Καὶ οὐκ εἶπε λύτρωσιν, ἀλλ’ Ἀπολύτρωσιν, ὥστε μηδὲ πεσεῖν λοιπόν, μηδὲ γενέσθαι θνητούς. Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Εἰς ζήτημα ἐμπίπτομεν αἱρετικόν· διὸ σήμερον ἀναβαλλομένους αὔριον τοῦτο προσθεῖναι δεῖ, ἀκμαζούσαις ὑμῶν ταῖς ἀκοαῖς προσβάλλοντας. Εἰ δὲ δεῖ τι πλέον εἰπεῖν, μεῖζον τοῦ υἱοῦ ἔργον. Πῶς; Ἐκεῖνο μὲν γὰρ ἀδύνατον γίνεται, τὸ ἐν τοῖς ἁμαρτήμασι μένουσι δοῦναι βασιλείαν, τοῦτο δὲ εὐκολώτερον· ὥστε τῇ δωρεᾷ ὡδοποίησε. Τί λέγεις; Τῶν ἁμαρτημάτων σε αὐτὸς ἀφῆκεν, οὐκοῦν καὶ αὐτὸς προσήγαγεν. Ἤδη προκατεβάλετο τοῦ δόγματος τὴν ῥίζαν.