Ancient Greek
ΟΜΙΛΙΑ Β.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 4.1-2
Not analysed yet
δ. Τέως δὲ ἐκεῖνο εἰπόντας καταπαῦσαι τὸν λόγον ἀνάγκη. Ποῖον δὴ τοῦτο; Ὅτι τοσαύτης ἀπολαύσαντες εὐεργεσίας ἀεὶ ταύτης μεμνῆσθαι ὀφείλομεν, καὶ στρέφειν διαπαντὸς ἐν ἑαυτοῖς τὴν τοῦ θεοῦ δωρεάν, καὶ τίνων ἀπηλλάγημεν, καὶ τίνων ἐτύχομεν ἐννοεῖν· καὶ οὕτως ἐσόμεθα εὐχάριστοι, οὕτω τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἐπιτενοῦμεν. Τί λέγεις, ἄνθρωπε; εἰς βασιλείαν κέκλησαι, εἰς βασιλείαν υἱοῦ τοῦ θεοῦ, καὶ χάσμης πληροῦσαι, καὶ κνᾶσαι, καὶ ναρκᾷς; Εἰ γὰρ εἰς μυρίους θανάτους πηδῆσαι ἑκάστης τῆς ἡμέρας ἔδει, οὐ πάντα ἐχρῆν ὑπομεῖναι; Ἀλλ’ ὑπὲρ μὲν ἀρχῆς πᾶν ὁτιοῦν ποιεῖς, τῆς δὲ βασιλείας μέλλων κοινωνεῖν τῆς τοῦ Μονογενοῦς, οὐ καθάλλῃ κατὰ μυρίων ξιφῶν, οὐκ ἐμπηδᾷς εἰς πῦρ; Καὶ οὔπω τοῦτο δεινόν, ἀλλ’ ὅτι καὶ μέλλων ἀπιέναι θρηνεῖς, καὶ ἐμφιλοχωρεῖς τοῖς ἐνταῦθα φιλοσώματος ὤν. Τί δὴ τοῦτο; καὶ τὸν θάνατον φρικτὸν πρᾶγμα εἶναι νομίζεις; Ἡ τρυφὴ τούτων αἰτία, ἡ ἄνεσις· ἐπεὶ ὅγε κατάπικρον βίον ζῶν, καὶ πτερωθῆναι ἕλοιτο ἂν καὶ ἀπαλλαγῆναι ἐντεῦθεν. Νῦν δὲ ταὐτὸν πάσχομεν, οἷον οἱ νεοττοὶ μαλακισθέντες, διαπαντὸς ἐπὶ τῆς καλιᾶς μένειν ἐθέλοντες. Ἀλλ’ ὅσῳπερ ἂν μένωμεν, τοσούτῳ ἐσόμεθα ἀσθενέστεροι. Καλιὰ γὰρ ὁ παρὼν βίος ἐστίν, ἀπὸ καρφῶν καὶ πηλοῦ συγκεκολλημένος. Κἂν τὰς μεγάλας μοι δείξῃς οἰκίας, κἂν αὐτὰ τὰ βασίλεια λάμποντα πολλῷ τῷ χρυσῷ καὶ τοῖς λίθοις, οὐδὲν οἰήσομαι διαφέρειν καλιᾶς χελιδόνων· τοῦ γὰρ χειμῶνος ἐπιστάντος, αὐτόματα πάντα πεσεῖται· χειμῶνα δὲ τὴν ἡμέραν ἐκείνην λέγω, οὐχὶ πᾶσι χειμῶνα. Ἐπεὶ καὶ ὁ θεὸς νύκτα τε ὁμοῦ καὶ ἡμέραν τὸν καιρὸν ἐκεῖνον καλεῖ, τὸ μὲν πρὸς τοὺς ἁμαρτωλοὺς, τὸ δὲ πρὸς τοὺς δικαίους. Οὕτω καὶ ἐγὼ νῦν χειμῶνα αὐτὴν καλῶ. Ἂν ἐν τῷ θέρει μὴ ἐκτραφῶμεν καλῶς, ὥστε δύνασθαι ἵπτασθαι τοῦ χειμῶνος ἐπιστάντος, οὐ λήψονται ἡμᾶς αἱ μητέρες, ἀλλ’ ἐάσουσι τῷ λιμῷ διαφθαρῆναι, ἢ τῆς καλιᾶς πεσούσης ἀπολέσθαι. Καθάπερ γὰρ καλιάν, μᾶλλον δὲ καὶ εὐκολώτερον ταύτης, ἅπαντα καθαιρεῖ τότε ὁ θεός, ἀνασκευάζων καὶ μεταῤῥυθμίζων ἅπαντα. Οἱ δὲ ἄπτηνες καὶ ἀπαντῆσαι αὐτῷ μὴ δυνάμενοι εἰς τὸν ἀέρα, ἀλλ’ οὕτω βαναύσως τραφέντες, ὡς μὴ ἔχειν τὸ πτερὸν κοῦφον, πείσονται ἅπαντα ταῦτα, ἅπερ εἰκὸς τοὺς οὕτω διακειμένους παθεῖν. Ἡ μὲν οὖν τῶν χελιδόνων νεοττιά, ὅταν καταπέσῃ, ταχέως ἀπόλλυται· ἡμεῖς δὲ οὐκ ἀπολούμεθα, ἀλλὰ κολαζόμεθα διηνεκῶς. Χειμὼν ἔσται ὁ τότε καιρός, μᾶλλον δὲ χειμῶνος χαλεπώτερος. Οὐ γὰρ χείμαῤῥοι κατασύρονται ὕδατος, ἀλλὰ ποταμοὶ πυρός· οὐ σκότος ἀπὸ νεφῶν γίνεται, ἀλλὰ σκότος ἄλυτον καὶ ἀφεγγές, ὥστε μήτε τὸν οὐρανὸν ἰδεῖν, μήτε τὸν ἀέρα, ἀλλὰ τῶν εἰς τὴν γῆν κατωρυγμένων μᾶλλον στενοχωρεῖσθαι. Πολλάκις ταῦτα λέγομεν, ἀλλ’ οὐ πείθομέν τινας. Καὶ οὐδὲν θαυμαστόν, εἴ γε ἡμεῖς ἄνθρωποι εὐτελεῖς ταῦτα πάσχομεν ὑπὲρ τοιούτων διαλεγόμενοι, ὅπου γε καὶ οἱ προφῆται ἔπασχον ταῦτα, οὐχ ὑπὲρ τοιούτων μόνον πραγμάτων διαλεγόμενοι. ἀλλὰ καὶ ὑπὲρ πολέμου καὶ αἰχμαλωσίας. Καὶ ὁ Σεδεκίας ὑπὸ τοῦ Ἱερεμίου ἠλέγχετο, καὶ οὐκ ᾐσχύνετο. Διὰ τοῦτο ἔλεγον οἱ προφῆται· Οὐαὶ οἱ λέγοντες, ἐγγισάτω τὸ τάχος ἃ ποιήσει ὁ θεός, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Μὴ θαυμάζωμεν τοῦτο· Οὐδὲ γὰρ οἱ ἐπὶ τῆς κιβωτοῦ ἐπίστευον, ἀλλ’ ἐπίστευσαν ὅτε τῆς πίστεως κέρδος ἦν οὐδέν· οὐδὲ οἱ ἐν Σοδόμοις προσεδόκησαν, ἀλλ’ ἐπίστευσαν καὶ αὐτοί, ὅτε οὐδὲν πλέον αὐτοῖς γέγονε. Καὶ τί λέγω τὰ μέλλοντα; τίς ἂν ταῦτα προσεδόκησε τὰ νῦν γινόμενα κατὰ διαφόρους τόπους, τοὺς σεισμοὺς, τῶν πόλεων τὰς ἀναιρέσεις; Καίτοι γε ταῦτα ἐκείνων πιστότερα, τῆς κιβωτοῦ λέγω. Πόθεν δῆλον; Ὅτι ἐκεῖνοι μὲν οὐκ εἶχον εἰς ἄλλο παράδειγμα ἰδεῖν, οὐδὲ τῶν Γραφῶν ἤκουσαν· ἐνταῦθα δὲ μυρία ὅσα γέγονε, καὶ ἐπὶ τῶν ἐτῶν τῶν ἡμετέρων, καὶ ἐπὶ τῶν προτέρων. Ἀλλὰ πόθεν ἡ ἀπιστία τῶν τοιούτων; Ἀπὸ μαλακῆς ψυχῆς· ἔπινον καὶ ἤσθιον, καὶ διὰ τοῦτο οὐκ ἐπίστευον. Ἃ γὰρ βούλεταί τις, ταῦτα καὶ οἴεται, ταῦτα καὶ προσδοκᾷ· οἱ ἀντιλέγοντες λῆρός εἰσιν.