Ancient Greek
ΟΜΙΛΙΑ ΙΒ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 5.1-7
Not analysed yet
ε. Οὐχ ὁρᾷς ἐν τοῖς βασιλείοις, ὅτι οἱ μὲν τετιμημένοι ἔνδον περὶ τὸν βασιλέα εἰσίν, οἱ δὲ ἄτιμοι ἔξω; Καὶ σὺ ἔνδον ἔσο περὶ τὴν νύμφην. Ἀλλὰ ἁγνὸς μένε ἐπὶ τῆς οἰκίας· μὴ ἐκπόμπευε τὴν παρθενίαν. Παρέστηκεν ἑκάτερος ὁ χορός, ὁ μὲν οἵαν διδόασι δεικνὺς, ὁ δὲ ἵνα ταύτην φυλάττωσι· τί καταισχύνεις τὴν παρθενίαν; Εἰ γὰρ σὺ τοιαύτη, τοιαῦτα καὶ περὶ ἐκείνης ὁ νυμφίος ὑποπτεύσει· εἰ σὺ ἐρᾶσθαι θέλεις, παντοπώλιδος καὶ λαχανοπώλιδος καὶ δημιουργοῦ ταῦτα. Οὐκ ἔστι ταῦτα αἰσχύνη; Αἰσχύνη ἐστὶ τὸ ἀσχημονεῖν, κἂν βασιλέως θυγάτηρ ᾖ. Μὴ γὰρ ἡ πενία κωλύει; μὴ γὰρ τὸ ἐπιτήδευμα; Κἂν δούλη τις ᾖ παρθένος, ἐν σωφροσύνῃ μενέτω· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος. Μὴ γὰρ θέατρόν ἐστιν ὁ γάμος; Μυστήριόν ἐστι, καὶ τύπος μεγάλου πράγματος· κἂν αὐτὸ μὴ αἰδῇ, αἰδέσθητι οὗ τύπος ἐστί. Τὸ μυστήριον τοῦτο, φησί, μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν ἐκκλησίαν. Τῆς ἐκκλησίας τύπος ἐστὶ καὶ τοῦ Χριστοῦ, καὶ πόρνας εἰσάγεις; Ἂν τοίνυν, φησί, μήτε παρθένοι ὀρχῶνται, μήτε γεγαμημέναι, τίς ὀρχήσεται; Μηδείς· ποία γὰρ ὀρχήσεως ἀνάγκη; Ἐν τοῖς τῶν Ἑλλήνων μυστηρίοις αἱ ὀρχήσεις, ἐν δὲ τοῖς ἡμετέροις σιγὴ καὶ εὐκοσμία, αἰδὼς καὶ καταστολή. Μυστήριον τελεῖται μέγα· ἔξω αἱ πόρναι, ἔξω οἱ βέβηλοι. Πῶς μυστήριόν ἐστι; Συνέρχονται, καὶ ποιοῦσιν οἱ δύο ἕνα. Διὰ τί, ὅτε μὲν εἰσῄει, οὐκ ὄρχησις, οὐ κύμβαλα, ἀλλὰ πολλὴ σιγή, πολλὴ ἡσυχία· ὅταν δὲ συνίωσιν, οὐκ εἰκόνα ἄψυχον, οὐδὲ εἰκόνα τινὸς τῶν ἐπὶ γῆς, ἀλλ’ αὐτοῦ ποιοῦντες τοῦ θεοῦ, τοσοῦτον ἐπεισάγεις θόρυβον, καὶ ταράττεις τοὺς ὄντας, καὶ αἰσχύνεις τὴν ψυχήν, καὶ θορυβεῖς; Ἔρχονται ἓν σῶμα γενησόμενοι. Ἰδοὺ πάλιν ἀγάπης μυστήριον. Ἂν οἱ δύο μὴ γένωνται ἓν, οὐκ ἐργάζονται πολλοὺς, ἕως ἂν δύο μένωσιν· ὅταν δὲ εἰς ἑνότητα ἔλθωσι, τότε ἐργάζονται. Τί μανθάνομεν ἀπὸ τούτου; Ὅτι πολλὴ τῆς ἑνώσεως ἡ ἰσχύς. Τὸ εὐμήχανον τοῦ θεοῦ τὸν ἕνα εἰς δύο διεῖλε παρὰ τὴν ἀρχήν, καὶ θέλων δεῖξαι ὅτι μετὰ τὸ διαιρεθῆναι καὶ εἷς μένει, οὐκ ἀφῆκεν ἕνα ἀρκεῖν πρὸς τὴν γέννησιν. Οὐ γάρ ἐστιν εἷς ὁ οὐδέπω, ἀλλ’ ἥμισυ τοῦ ἑνός· καὶ δῆλον, ὅτι οὐ παιδοποιεῖ, καθάπερ καὶ πρότερον. Εἶδες τοῦ γάμου τὸ μυστήριον; Ἐποίησεν ἐξ ἑνὸς ἕνα, καὶ πάλιν τοὺς δύο τούτους ἕνα ποιήσας οὕτω ποιεῖ ἕνα· ὥστε καὶ νῦν ἐξ ἑνὸς τίκτεται ἄνθρωπος. Γυνὴ γὰρ καὶ ἀνὴρ οὐκ εἰσὶν ἄνθρωποι δύο, ἀλλ’ ἄνθρωπος εἷς· καὶ παρὸν καὶ πολλαχόθεν αὐτὸ πιστώσασθαι, οἷον ἀπὸ τοῦ Ἰακώβου, ἀπὸ τῆς Μαρίας τῆς μητρὸς τοῦ Χριστοῦ, ἀπὸ τοῦ λέγειν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἰ ὁ μὲν κεφαλή, ἡ δὲ σῶμα, πῶς δύο; Διὰ τοῦτο ἡ μὲν μαθητοῦ, ὁ δὲ διδασκάλου τάξιν ἐπέχει· ὁ μὲν ἄρχοντος, ἡ δὲ ἀρχομένης. Καὶ ἀπ’ αὐτῆς δὲ τῆς τοῦ σώματος διαπλάσεως ἴδοι τις ἂν, ὅτι ἕν εἰσιν ἀπὸ γὰρ τῆς πλευρᾶς γέγονε, καὶ ὥσπερ ἡμίτομα δύο εἰσί. Διὰ τοῦτο καὶ βοηθὸν καλεῖ, ἵνα δείξῃ ὅτι ἕν εἰσι· διὰ τοῦτο καὶ πατρὸς καὶ μητρὸς προτιμᾷ τὴν συνοίκησιν, ἵνα δείξῃ ὅτι ἕν εἰσι. Καὶ ὁ πατὴρ ὁμοίως χαίρει καὶ θυγατρὸς καὶ υἱοῦ γαμούντων, ὡς πρὸς οἰκεῖον μέλος ἐπειγομένου τοῦ σώματος· καὶ τοσαύτη δαπάνη γίνεται καὶ χρημάτων ἐλάττωσις, καὶ ὅμως οὐκ ἀνέχεται ἄγαμον περιορᾷν. Ὥσπερ γὰρ ἀπεσχισμένης αὐτῇ τῆς σαρκός, ἀτελὴς πρὸς παιδοποιίαν ἑκάτερος, ἀτελής ἐστι πρὸς βίου σύστασιν τοῦ παρόντος ἑκάτερος. Διὰ τοῦτο καὶ ὁ προφήτης φησίν· Ὑπόλειμμα πνεύματός σου. Πῶς δὲ καὶ γίνονται εἰς σάρκα μίαν; Καθάπερ χρυσοῦ τὸ καθαρώτατον ἂν ἀφέλῃς καὶ ἑτέρῳ ἀναμίξῃς χρυσῷ, οὕτω δὴ καὶ ἐνταῦθα, τὸ πιότατον τῆς ἡδονῆς χωνευούσης ἡ γυνὴ δεχομένη τρέφει καὶ θάλπει, καὶ τὰ παρ’ ἑαυτῆς συνεισενεγκαμένη ἄνδρα ἀποδίδωσι. Καὶ γέφυρά τίς ἐστι τὸ παιδίον. Ὥστε οἱ τρεῖς σὰρξ γίνονται μία, τοῦ παιδὸς ἑκατέρωθεν ἑκατέρους συνάπτοντος. Ὥσπερ γὰρ εἰ δύο πόλεων οὐσῶν, καὶ ποταμοῦ διόλου διαιροῦντος, μία γίνεται πόλις, γεφύρας ἑκατέρωθεν ἁπτομένης· οὕτως ἐστὶν ἐνταῦθα, καὶ πλέον· αὐτὴ γὰρ ἡ γέφυρα ἐκ τῆς ἑκατέρων οὐσίας. Καὶ τῷ λόγῳ τούτῳ ἕν εἰσιν, ὡς τὸ σῶμα καὶ κεφαλὴ ἓν σῶμα· τῷ γὰρ τραχήλῳ διαιρεῖται· ἀλλ’ οὐ διαιροῦνται μᾶλλον, ἢ συνάπτονται· μέσος γὰρ ὢν ἑκατέρους συνάγει· καὶ ταυτὸν γίνεται, ὥσπερ ἂν εἰ χορὸς διεσπασμένος τὸ μὲν ἓν αὐτοῦ μέρος ἐντεῦθεν λαβών, τὸ δὲ ἕτερον ἐκ τῆς δεξιᾶς, ἕνα ποιήσειεν· ἢ ὥσπερ οἱ συνεσταλμένοι οὗτοι καὶ τὰς χεῖρας ἐκτείνοντες ἓν γίνονται· αἱ γὰρ χεῖρες ἐκταθεῖσαι, οὐκ ἀφιᾶσιν εἶναι δύο. Διὰ τοῦτο γοῦν καὶ ἀκριβῶς εἶπεν, οὐκ, Ἔσονται μία σάξ, ἀλλ’, Εἰς σάρκα μίαν, τὴν τοῦ παιδὸς συναπτόμενοι δηλονότι. Τί οὖν, ὅταν παιδίον μὴ ᾖ, οὐκ ἔσονται δύο καὶ τότε; Εὔδηλον· ἡ μίξις γὰρ τοῦτο ἐργάζεται, ἀναχέασα καὶ ἀναμίξασα ἀμφοτέρων τὰ σώματα. Καὶ ὥσπερ εἰς ἔλαιον μύρον ἐμβαλών, τὸ πᾶν ἐποίησεν ἓν, οὕτω δὴ καὶ ἐνταῦθα.