Ancient Greek
ΟΜΙΛΙΑ ΙΒ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 6.1-3
Not analysed yet
ϛ. Οἶδα ὅτι πολλοὶ αἰσχύνονται τοῖς λεγομένοις· καὶ τούτου αἴτιον ἡ ἀσέλγεια καὶ ἡ ἀκολασία. Τὸ οὕτω τοὺς γάμους γίνεσθαι, τὸ παραφθείρεσθαι, τὸ πρᾶγμα διέβαλεν· ἐπεὶ Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Τί αἰσχύνῃ τῷ τιμίῳ; τί ἐρυθριᾷς ἐπὶ τῷ ἀμιάντῳ; Ταῦτα αἱρετικῶν ἐστι, ταῦτα τῶν τὰς πόρνας ἐπεισαγόντων. Διὰ τοῦτο αὐτὸν ἐκκαθαίρεσθαι βούλομαι, ὥστε ἐπὶ τὴν οἰκείαν εὐγένειαν ἀναγαγεῖν, ὥστε τῶν αἱρετικῶν ἐμφράξαι τὰ στόματα. Ὕβρισται τὸ τοῦ θεοῦ δῶρον, ἡ ῥίζα τῆς ἡμετέρας γενέσεως· πολλὴ γὰρ περὶ τὴν ῥίζαν ἡ κόπρος καὶ ὁ βόρβορος. Τοῦτον οὖν ἐκκαθάρωμεν τῷ λόγῳ. Ἀνέχεσθε τοίνυν μικρὸν ἐπεὶ καὶ ὁ βόρβορον κατέχων δυσωδίας ἀνέχεται. Βούλομαι δεῖξαι ὅτι οὐ χρὴ ἐπὶ τούτοις αἰσχύνεσθαι, ἀλλὰ τούτοις οἷς ποιεῖτε· σὺ δὲ ἐπ’ ἐκείνοις αἰσχύνεσθαι ἀφείς, τούτοις αἰσχύνῃ· οὐκοῦν τοῦ θεοῦ καταγινώσκεις τοῦ οὕτω θεσπίσαντος. Εἴπω πῶς καὶ μυστήριον τῆς ἐκκλησίας ἐστίν· Ὁ Χριστὸς ἦλθε πρὸς τὴν ἐκκλησίαν, καὶ ἐξ αὐτῆς γέγονε, καὶ αὐτῇ συνεισῆλθε συνουσίᾳ πνευματικῇ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησίν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Ὅτι δὲ ἐξ αὐτοῦ ἐσμεν, ἄκουε πῶς φησιν· Ἐκ τῶν μελῶν αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ πάντες ἡμεῖς. Ταῦτα δὴ πάντα ἐννοοῦντες, μὴ αἰσχύνωμεν τὸ τηλικοῦτον μυστήριον. Τύπος τῆς τοῦ Χριστοῦ παρουσίας ἐστὶν ὁ γάμος, σὺ δὲ μεθύεις; Εἰπέ μοι, εἰ εἰκόνα εἶδες τοῦ βασιλέως, ἆρα ἂν αὐτὴν ᾔσχυνες; Οὐδαμῶς. Δοκεῖ μὲν οὖν ἀδιάφορα εἶναι τὰ περὶ τὸν γάμον γινόμενα, ἔστι δὲ μεγάλων αἴτια κακῶν. Πάντα παρανομίας γέμει. Αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω, φησίν, ἐκ τοῦ στόματος ὑμῶν. Πάντα δὲ ἐκεῖνα, αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιτάσεως· τέχνη γὰρ τὸ πρᾶγμά ἐστι, καὶ ἐγκώμια μεγάλα τοῖς αὐτὴν μετιοῦσι· τὰ ἁμαρτήματα τέχνη γέγονεν. Οὐχ ἁπλῶς αὐτὰ μετερχόμεθα, ἀλλὰ μετὰ σπουδῆς, μετὰ ἐπιστήμης· καὶ στρατηγεῖ λοιπὸν ὁ διάβολος τῶν αὑτοῦ ταγμάτων. Ὅπου γὰρ μέθη, ἀκολασία· ὅπου αἰσχρολογία, ὁ διάβολος πάρεστι τὰ παρ’ ἑαυτοῦ εἰσφέρων. Τούτοις ἑστιώμενος, εἰπέ μοι, μυστήριον Χριστοῦ τελεῖς, καὶ τὸν διάβολον καλεῖς; Τάχα με φορτικὸν εἶναι νομίζετε. Καὶ γὰρ καὶ τοῦτο τῆς διαστροφῆς τῆς πολλῆς, ὅτι καὶ ὁ ἐπιτιμῶν, γέλωτα ὀφλισκάνει ὡς αὐστηρός. Οὐκ ἀκούετε Παύλου λέγοντος, Πᾶν ὅ τι ἂν ποιῆτε, εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε; Ὑμεῖς δὲ εἰς δυσφημίαν καὶ ἀδοξίαν. Οὐκ ἀκούετε τοῦ προφήτου λέγοντος, Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ; Ὑμεῖς δὲ διαχεῖσθε. Μὴ γὰρ οὐκ ἔστι καὶ ἥδεσθαι, καὶ μετὰ ἀσφαλείας; Βούλει μελῶν ἀκοῦσαι καλῶν; Μάλιστα μὲν οὐδὲ ἔδει· πλὴν συγκαταβαίνω, εἰ βούλει· μὴ τῶν σατανικῶν ἀκούσῃς, ἀλλὰ τῶν πνευματικῶν. Βούλει χορεύοντας ἰδεῖν; ὅρα τῶν ἀγγέλων τὸν χορόν. Καὶ πῶς δυνατόν, φησίν, ἰδεῖν; Ἐὰν ταῦτα ἀπελάσῃς, ἐλεύσεται καὶ ὁ Χριστὸς εἰς τούτους τοὺς γάμους· τοῦ δὲ Χριστοῦ παρόντος, καὶ ὁ τῶν ἀγγέλων πάρεστι χορός. Ἂν θέλῃς, καὶ νῦν θαύματα ἐργάσεται, καθάπερ καὶ τότε· ποιήσει καὶ νῦν τὸ ὕδωρ οἶνον· καὶ πολλῷ θαυμασιώτερον, τὴν διάχυσιν ἐπιστρέψει τὴν διαῤῥέουσαν καὶ ψυχρὰν ἐπιθυμίαν, καὶ ἐπὶ τὴν πνευματικὴν μεταστήσει. Τοῦτό ἐστιν ἐξ ὕδατος οἶνον ποιῆσαι. Ἔνθα αὐληταί, οὐδαμοῦ ὁ Χριστός· ἀλλὰ κἂν εἰσέλθῃ, τὸ πρῶτον ἐκβάλλει τούτους, καὶ τότε θαυματουργεῖ. Τί τῆς σατανικῆς πομπῆς ἀηδέστερον, ἔνθα ἄναρθρα πάντα, ἔνθα πάντα ἄσημα; ἂν δέ τι καὶ ἔναρθρον, πάλιν πάντα αἰσχρά, πάντα ἀηδῆ.