Ancient Greek
ΟΜΙΛΙΑ Β.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 6.1-2
Not analysed yet
ϛ. Τί οὖν, ὅταν Ἕλληνες ἡμᾶς ἐρωτῶσι, φησίν, οὐκ ἐκείνους βούλει θεραπεῦσαι; Ἀλλ’ εἰς ἀπορίαν ἐμβαλὼν τὸν Χριστιανὸν προσχήματι τοῦ τὸν Ἕλληνα θεραπεύειν, κυρῶσαι βούλει τὸ δόγμα τὸ σατανικόν. Ἐπειδὴ γὰρ αὐτὸς μόνῃ τῇ ψυχῇ διαλεγόμενος ὑπὲρ τούτων οὐ πείθεις, ἑτέρους θέλεις παράγειν μάρτυρας. Εἰ δὲ Ἕλληνι χρὴ διαλέγεσθαι, οὐκ ἐντεῦθεν ἡ ἀρχὴ τῆς διαλέξεως, ἀλλ’ εἰ θεὸς ὁ Χριστὸς, καὶ θεοῦ Παῖς, εἰ δαίμονες οἱ παρ’ ἐκείνοις θεοί. Ἐὰν ταῦτα κατασκευασθῇ, πάντα τὰ ἄλλα ἕπεται· πρὶν δὲ τὴν ἀρχὴν θέσθαι, μάταιον περὶ τῆς τελευτῆς διαλέγεσθαι· πρὶν ἢ τὰ πρῶτα στοιχεῖα μαθεῖν, περιττὸν καὶ ἀνόνητον περὶ τὸ τέλος ἔρχεσθαι. Ἀπιστεῖ ὁ Ἕλλην τῇ κρίσει, καὶ αὐτὸς τὸ αὐτό σοι πάσχει· ἐπεὶ ἔχει καὶ αὐτὸς πολλοὺς ὑπὲρ τούτων φιλοσοφήσαντας, εἰ καὶ τὸ σῶμα ἀποσχίσαντες τῆς ψυχῆς τοῦτο εἶπον· ἀλλ’ ὅμως δικαστήριον ἐκάθισαν. Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητάς, καὶ πάντας συμφωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρίσεως. Ὥστε κἀκεῖνος τοῖς οἰκείοις οὐκ ἀπιστεῖ, οὔτε Ἰουδαῖος ἀμφισβητεῖ περὶ τούτων, οὔτε τις ἁπλῶς ἄνθρωπος. Τί τοίνυν ἀπατῶμεν ἑαυτούς; Ἰδοὺ ταῦτα λέγεις πρὸς ἐμέ· τί πρὸς τὸν θεὸν ἐρεῖς τὸν πλάσαντα καταμόνας τὰς καρδίας ἡμῶν; τὸν εἰδότα τὰ ἐν τῇ διανοίᾳ πάντα; τὸν ζῶντα καὶ ἐνεργοῦντα καὶ τομώτατον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον; Εἰπὲ γάρ μοι μετὰ ἀληθείας· σὺ οὐ καταγινώσκεις σαυτοῦ ἁμαρτάνοντος; ἔστι δέ τις τῶν ἐν ἀνθρώποις, ὃς ἑαυτῷ οὐ μέμφεται ῥᾳθυμοῦντι; Καὶ πῶς ἂν ἀπὸ ταὐτομάτου τοσαύτη σοφία γέγονεν, ὥστε αὐτὸν τὸν ἁμαρτάνοντα καταγινώσκειν ἑαυτοῦ; τοῦτο γὰρ μεγάλης σοφίας ἐστί. Σὺ σαυτοῦ καταγινώσκεις· ὁ δὲ τὴν τοιαύτην σοι διδοὺς διάνοιαν πάντα ἁπλῶς ἀφήσει φέρεσθαι; Κανὼν οὖν οὗτος ἔσται καθολικός, καὶ ὅρος· οὐδεὶς τῶν ἐν ἀρετῇ ζώντων διαπιστεῖ τῷ τῆς κρίσεως λόγῳ, κἂν Ἕλλην ᾖ, κἂν αἱρετικός· οὐδεὶς τῶν ἐν κακίᾳ ἀναστρεφομένων πολλῇ, πλὴν ὀλίγων, παραδέχεται τὸν τῆς ἀναστάσεως λόγον. Καὶ τοῦτό φησιν ὁ Ψαλμῳδός· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Διὰ τί; Ὅτι βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· Φάγωμεν γάρ, φησίν, καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ὁρᾷς ὅτι ταπεινῶν ἐστι ταῦτα λέγειν; Ἀπὸ τοῦ τρώγειν καὶ πίνειν ταῦτα τὰ ῥήματά ἐστι τὰ ἀνατρεπτικὰ τῆς ἀναστάσεως. Οὐ φέρει γάρ, οὐ φέρει τὸ ἀπὸ τοῦ συνειδότος κριτήριον ἡ ψυχή· καὶ ταὐτὸν γίνεται, οἷον ὁ ἀνδροφόνος πρότερον ὑποθεὶς ἑαυτῷ ὅτι οὐχ ἁλώσεται, οὕτω φονεύει· ἐπεί, τοῦ συνειδότος αὐτὸν κρίνοντος, οὐκ ἂν ταχέως ἦλθεν ἐπὶ τὸ τόλμημα. Καὶ οἶδεν οὖν, καὶ ἀγνοεῖν προσποιεῖται, ἵνα μὴ βασανίζηται τῷ συνειδότι καὶ τῷ φόβῳ· ἦ γὰρ ἂν, ἀσθενέστερος γέγονε πρὸς τὸν φόνον. Οὕτω δὴ καὶ οἱ ἁμαρτάνοντες καὶ ἴσασιν, ὅτι τὸ ἁμαρτάνειν κακόν, καὶ καθ’ ἑκάστην ἐν τοῖς αὐτοῖς κακοῖς κυλινδούμενοι, οὐ θέλουσιν εἰδέναι, καίτοι τοῦ συνειδότος αὐτῶν ἐπιλαμβανομένου. Ἀλλὰ μὴ ἐκείνοις προσέχωμεν· ἔσται γάρ, ἔσται πάντως κρίσις καὶ ἀνάστασις, καὶ οὐκ ἀφήσει εἰκῆ τοσαῦτα ἔργα ὁ θεός. Διό, παρακαλῶ, τῆς κακίας ἀποσχόμενοι, τῆς ἀρετῆς ἐχώμεθα, ἵνα τὸν ἀληθῆ λόγον παραδεξώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καίτοι τί εὐκολώτερον, τὸν περὶ ἀναστάσεως δέξασθαι λόγον, ἢ τὸν περὶ τῆς εἱμαρμένης; Ἐκεῖνος ἀδικίας γέμει, ἐκεῖνος ἀλογίας, ἐκεῖνος ὠμότητος, ἐκεῖνος ἀπανθρωπίας· οὗτος δικαιοσύνης, τοῦ κατ’ ἀξίαν ἀπονεμητικός· καὶ ὅμως αὐτὸν οὐ παραδέχονται. Τὸ δὲ αἴτιον ἡ ἀργία· ἐπεὶ οὐδεὶς νοῦν ἔχων, ἐκεῖνον δέχεται. Καὶ γὰρ καὶ ἐν Ἕλλησιν οἳ τὴν ἡδονὴν ὁριζόμενοι, τέλος εἶναί φασιν, ἐκεῖνοι αὐτὸν ἐδέξαντο· οἱ δὲ τὴν ἀρετὴν ἀγαπήσαντες, οὐκέτι, ἀλλ’ ἐξέβαλον ὡς ἄλογον. Εἰ δὲ ἐν Ἕλλησι τοῦτο, πολλῷ μᾶλλον καὶ ἐν τῷ περὶ τῆς ἀναστάσεως λόγῳ οὕτω. Θέα δέ μοι πῶς δύο ἐναντία κατεσκεύασεν ὁ διάβολος· ἵνα γὰρ ἀμελῶμεν ἀρετῆς, καὶ ἵνα θεραπεύωμεν δαίμονας, τὴν ἀνάγκην εἰσήγαγεν, καὶ δι’ ἑκατέρων ἀμφότερα ἔπεισε. Τίνα οὖν δυνήσεται λόγον δοῦναι ὁ διαπιστῶν πράγματι οὕτω θαυμαστῷ, καὶ τοῖς ἐκεῖνα ληροῦσι πειθόμενος; Μὴ τοίνυν μηδὲ αὕτη σε ἡ παραμυθία τρεφέτω, ὡς τεύξῃ συγγνώμης· ἀλλὰ συστρέψαντες ἑαυτοὺς, διεγείρωμεν πρὸς ἀρετήν, καὶ ζήσωμεν ἀληθῶς τῷ θεῷ, ἐν Χριστῷ, καὶ τὰ ἑξῆς.