Ancient Greek
ΟΜΙΛΙΑ ΙΒ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 7.1
Not analysed yet
ζ. Οὐδὲν τῆς ἀρετῆς ἥδιον, οὐδὲν κοσμιότητος γλυκύτερον, οὐδὲν σεμνότητος ποθεινότερον. Ποιείτω τις γάμους, οἵους ἐγὼ λέγω, καὶ ὄψεται τὴν ἡδονήν· ποίους δὲ γάμους, προσέχετε. Πρῶτον μὲν ἄνδρα ζήτει τῇ παρθένῳ ὄντως ἄνδρα καὶ προστάτην, ὡς σώματι μέλλων ἐπιθήσειν κεφαλήν, ὡς οὐκ ἀνδράποδον, ἀλλὰ θυγατέρα αὐτῷ μέλλων παραδώσειν· μὴ χρήματα ζήτει, μὴ γένους λαμπρότητα, μὴ πατρίδος μέγεθος, πάντα ταῦτα περιττά, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ θεοῦ τὸν φόβον, εἰ βούλει μεθ’ ἡδονῆς τὸ θυγάτριον ζῇν. Πλουσιώτερον γὰρ ζητοῦσα, οὐ μόνον αὐτὴν οὐκ ὠφελήσεις, ἀλλὰ καὶ βλάψεις, δούλην ἀντ’ ἐλευθέρας ποιοῦσα. Οὐ τοσαύτην γὰρ ἀπὸ τῶν χρυσίων καρπώσεται τὴν ἡδονήν, ὅσην ἀπὸ τοῦ δουλεύειν τὴν ἀηδίαν. Ἀλλὰ μὴ ζήτει ταῦτα, ἀλλὰ μάλιστα μὲν ὁμότιμον· εἰ δὲ μὴ δυνατόν, πενέστερον μᾶλλον, ἢ εὐπορώτερον, εἴ γε μὴ ἀποδόσθαι δεσπότῃ, ἀλλ’ ἐκδοῦναι ἀνδρὶ βούλει τὴν θυγατέρα. Ὅταν ἀκριβῶς ἐξετάσῃς τἀνδρὸς τὴν ἀρετήν, καὶ μέλλῃς ἐκδιδόναι, παρακάλεσον τὸν Χριστὸν παραγενέσθαι· οὐ γὰρ ἐπαισχυνθήσεται· μυστήριόν ἐστι τῆς αὐτοῦ παρουσίας. Μάλιστα μὲν οὖν καὶ τότε παρακάλει, ὥστε μνηστῆρα τοιοῦτον δοῦναι. Μὴ γένῃ τοῦ παιδὸς τοῦ Ἀβραὰμ χείρων, ὃς εἰς τοσαύτην ἀποδημίαν πεμπόμενος, ᾔδει ἔνθα χρὴ καταφυγεῖν· διὸ καὶ πάντων ἐπέτυχεν. Ὅταν περιεργάζῃ καὶ ζητῇς τὸν ἄνδρα, εὔχου· εἰπὲ τῷ θεῷ· Ὃν ἂν θέλῃς σὺ οἰκονόμησον· ἐγχείρισον αὐτῷ τὸ πρᾶγμα, καὶ τιμηθεὶς ταύτῃ παρὰ σοῦ τῇ τιμῇ ἀμείψεταί σε. Δύο δὴ ποιεῖν χρή, αὐτῷ τε ἐγχειρίζειν, καὶ τοιοῦτον ζητεῖν, οἷον ἂν αὐτὸς βούληται, κόσμιον, σώφρονα. Ὅταν οὖν τοὺς γάμους ποιῇς, μὴ περιέλθῃς οἰκίας, κάτοπτρα καὶ ἱμάτια χρωμένη· οὐ γὰρ πρὸς ἐπίδειξιν τὸ πρᾶγμά ἐστιν, οὐδὲ εἰς πομπὴν εἰσάγεις τὸ θυγάτριον· ἀλλὰ φαιδρύνουσα τὴν οἰκίαν τοῖς ἐνοῦσι, κάλει γείτονας καὶ φίλους καὶ συγγενεῖς. Ὅσους ἂν οἶδας ἐπιεικεῖς, τούτους κάλει, καὶ τοῖς οὖσιν ἐπαρκεῖσθαι παραίνει. Μηδεὶς τῶν ἀπὸ τῆς ὀρχήστρας παρέστω· ἐκεῖ γὰρ δαπάνη περιττὴ καὶ ἄσχημος· κάλεσον τὸν Χριστὸν πρὸ τῶν ἄλλων ἁπάντων. Οἶδας διὰ τίνος αὐτὸν καλέσεις; Ὃς ἂν ποιήσῃ, φησίν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε. Μὴ νομίσῃς τὸ πρᾶγμα δυσάρεστον εἶναι, τὸ πένητας καλεῖν διὰ τὸν Χριστόν· δυσάρεστον τὸ πόρνας καλεῖν. Τὸ γὰρ πένητας καλεῖν, τοῦτο ἀφορμὴ πλούτου, ἐκεῖνο δὲ ἀνατροπῆς. Κόσμει τὴν νύμφην μὴ τούτοις τοῖς κοσμίοις τοῖς ἀπὸ τοῦ χρυσοῦ, ἀλλ’ ἐπιεικείᾳ καὶ αἰδοῖ καὶ τοῖς συνήθεσιν ἱματίοις, ἀντὶ παντὸς κόσμου χρυσοῦ καὶ ἐμπλεγμάτων, τὸ ἐρυθριᾷν, τὸ αἰσχύνεσθαι περιθεῖσα, καὶ τὸ μὴ ζητεῖν ἐκεῖνα. Μηδεὶς ἔστω θόρυβος, μηδεμία ταραχή· καλείσθω ὁ νυμφίος, δεχέσθω τὴν παρθένον. Τὰ ἄριστα καὶ τὰ δεῖπνα μὴ μέθης ἔστω πλήρη, ἀλλὰ πνευματικῆς ἡδονῆς. Μυρία γὰρ ἐκ τοῦ τοιούτου γάμου ἔσται τὰ καλά, καὶ τὰ τοῦ βίου ἐν ἀσφαλείᾳ· ἐκ δὲ τῶν νῦν γινομένων γάμων (εἴ γε γάμους, ἀλλὰ μὴ πομπὰς αὐτὰ δεῖ καλεῖν), ὅρα ὅσα τὰ κακά. Διελύθησαν αἱ παστάδες, καὶ εὐθέως μέριμνα καὶ φόβος, μή τι παραπέσῃ τῶν κεχρημένων, καὶ διαδέχεται τὴν ἡδονὴν ἀθυμία ἀφόρητος. Ἀλλ’ αὕτη μὲν τῆς κηδεστρίας ἡ ἀγωνία· μᾶλλον δὲ οὐδὲ αὐτὴ ἀπήλλακται ἡ νύμφη· τὰ γοῦν μετὰ ταῦτα αὐτῆς τῆς νύμφης ἐστὶν ἅπαντα. Τὸ γὰρ ὁρᾷν καταλυόμενα ἅπαντα, ἀθυμίας ὑπόθεσις, τὸ ὁρᾷν ἔρημον τὴν οἰκίαν, κατηφείας ἀφορμή. Ἐκεῖ ὁ Χριστὸς, ἐνταῦθα ὁ Σατανᾶς· ἐκεῖ θυμηδία, ἐνταῦθα φροντίς· ἐκεῖ ἡδονή, ἐνταῦθα λύπη· ἐκεῖ δαπάνη, ἐνταῦθα οὐδὲν τοιοῦτον, ἐκεῖ ἀσχημοσύνη, ἐνταῦθα εὐκοσμία· ἐκεῖ φθόνος, ἐνταῦθα ἀφθονία· ἐκεῖ μέθη, ἐνταῦθα νῆψις, ἐνταῦθα σωτηρία, ἐνταῦθα σωφροσύνη. Ταῦτα δὴ πάντα ἐννοοῦντες, στήσωμεν τὸ κακὸν μέχρι τούτου, ἵνα ἀρέσωμεν τῷ θεῷ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.