Ancient Greek
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 1.1-20
Not analysed yet
Συντάξας τὸ στρατόπεδον τοῦτο, καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν (ἀμφοτέρων γὰρ ἔδει, καὶ τοῦ συντεταγμένους εἶναι, καὶ τοῦ θυμὸν αὐτῶν διεγερθῆναι), καὶ παραθαρσύνας αὐτοὺς (καὶ γὰρ καὶ τούτου ἔδει), λοιπὸν αὐτοὺς καὶ καθοπλίζει. Οὐδὲν γὰρ τῶν ὅπλων ὄφελος, ἐκείνων πρότερον μὴ διατεταγμένων, μηδὲ τοῦ θυμοῦ διεγερθέντος τῆς τοῦ στρατιώτου ψυχῆς. Δεῖ γὰρ πρότερον αὐτὸν ἔνδοθεν ὁπλίζειν, καὶ τότε ἔξωθεν. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν νοητῶν στρατιωτῶν· μᾶλλον δὲ ἐπὶ τούτων οὐδὲ ἔστιν ἔξωθεν ὁπλίσασθαι, ἀλλὰ πάντα ἔνδοθεν. Διήγειρε τὸν θυμὸν καὶ ἀνέκαυσε, προσέθηκε τὸ θάρσος, ἔστησεν αὐτοὺς εὐτάκτως· λοιπὸν καθοπλίζει. Ἀλλ' ὅρα πῶς καὶ περιτίθησι τὰ ὅπλα. Στῆτε οὖν, φησί. Πρῶτον τῶν τακτικῶν εἶδος, τὸ εἰδέναι ἑστάναι καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν. Διὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται, καὶ ἑτέρωθι λέγων· Στῆτε, γρηγορεῖτε· καὶ πάλιν, Οὕτω στήκετε ἐν Κυρίῳ· καὶ πάλιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν, Ἵνα δυνηθῆτε πάντα κατεργασάμενοι στῆναι. Οὐκ ἄρα ἁπλῶς τινα στάσιν φησὶν, ἀλλ' εὔτακτον· καὶ ὅσοι πολέμων εἰσὶν ἔμπειροι, ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν πυκτευόντων καὶ παλαιόντων τοῦτο πρὸ τῶν ἄλλων ὁ παιδοτρίβης παρεγγυᾷ, τὸ ἑστάναι, πολλῷ μᾶλλον ἐν τοῖς πολέμοις καὶ τοῖς στρατιωτικοῖς πράγμασιν. Ὁ ἑστὼς ὀρθὸς, ἕστηκεν οὐ διακεχυμένος, οὐκ ἐπικλινόμενός τινι· ἡ ἀκριβὴς ὀρθότης ἐν τῇ στάσει φαίνεται. Ὥστε οἱ ὄντως ὀρθοὶ, οὗτοι ἑστήκασιν· οἱ δὲ μὴ ἑστῶτες, οὐκ ἂν εἶεν ὀρθοὶ, ἀλλὰ διαλελυμένοι καὶ διακεχυμένοι. Ὁ τρυφῶν οὐχ ἕστηκεν ὀρθὸς, ἀλλὰ κέκλιται, ὁ λάγνος, ὁ φιλοχρήματος. Ὁ ἑστάναι εἰδὼς, ἀπ' αὐτῆς τῆς στάσεως, ὥσπερ ἀπό τινος θεμελίου πάντα εὐμαρῆ ἕξει τὰ τῆς πάλης. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Οὐ περὶ αἰσθητῆς ζώνης φησί· πάντα γὰρ τὰ ἐν τῷ χωρίῳ τούτῳ νοητῶς λέγει. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Πρῶτον ἀναζώννυσι τὸν στρατιώτην. Τί δὴ τοῦτό ἐστι; Διαῤῥέοντα καὶ διακεχυμένον ταῖς ἐπιθυμίαις, καὶ χαμαὶ τοὺς λογισμοὺς ἔχοντα συρομένους ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων συμπλεκομένων ταῖς κνημῖσιν, ἀλλ' εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. Στῆτε οὖν περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν. Ὀσφὺν δὲ ἐνταῦθά φησι· καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτω καὶ ἐφ' ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφύς ἐστιν· ὥσπερ γὰρ θεμέλιόν ἐστι, καὶ ἐπ' αὐτῷ τὸ πᾶν οἰκοδομεῖται, καθάπερ ἰατρῶν παῖδές φασι. Τὴν τοίνυν ψυχὴν ἡμῶν συσφίγγει, ζωννύων τὴν ὀσφύν· οὐ γὰρ δὴ ταύτην τὴν ὀσφύν φησιν, ἀλλὰ νοητῶς διαλέγεται. Καὶ ὥσπερ τῶν κάτω, καὶ τῶν ἄνω ἡ ὀσφὺς θεμέλιός ἐστιν, οὕτω καὶ ἐπὶ τῆς νοητῆς ὀσφύος, Οἱ γοῦν πολλάκις ἀποκαμόντες, καθάπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας θέντες, οὕτως ἑαυτοὺς διαβαστάζουσι· καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν. Διὰ τοῦτο καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν. Τοῦτο τοίνυν, φησὶ, καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα. Μάλιστα γὰρ τοῖς στρατιώταις τὸ πρᾶγμα πρέπον ἐστί. Ναὶ, φησὶν, ἀλλὰ ταύτην τὴν ὀσφὺν ἱμάντι δερματίνῳ ζωννύμεθα· ἡμεῖς δὲ τίνι; Τῷ κεφαλαίῳ τῶν λογισμῶν ἡμῶν, λέγω δὲ τῇ ἀληθείᾳ. Περιεζωσμένοι, φησὶ, τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ. Οὐκοῦν μηδὲν ψεῦδος ἀγαπῶμεν, πάντα τὰ πράγματα μετίωμεν ἐν ἀληθείᾳ, μὴ ψευδώμεθα εἰς ἀλλήλους· κἂν δόξα ᾖ, τὸ ἀληθὲς ζητῶμεν· κἂν βίος ᾖ, τὸν ἀληθῆ. Ἂν τούτῳ ἑαυτοὺς περιφράξωμεν, ἂν τῇ ἀληθείᾳ ζωσώμεθα, οὐδεὶς ἡμῶν περιέσται. Ὁ δόγμα ἀληθείας ζητῶν, οὐ καταπεσεῖται εἰς τὴν γῆν. Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες. Διὸ ἐὰν νήφωμεν, ἐν τοῖς τῶν Ἑλλήνων λόγοις οὐ διδασκαλίας δεησόμεθα. Ὁρᾷς πῶς εἰσιν ἐκεῖνοι μαλακοὶ καὶ χαῦνοι, οὐδὲν αὐστηρὸν, οὐδὲν ὑπὲρ τὸν ἀνθρώπινον λογισμὸν περὶ Θεοῦ δέξασθαι δυνάμενοι; οὐ γάρ εἰσιν ἐζωσμένοι ἐν ἀληθείᾳ. Διόπερ αὐτῶν ἡ ὀσφὺς ἐκλέλυται, τὸ δεκτικὸν τῶν γεννητικῶν σπερμάτων, καὶ τῶν λογισμῶν τὸ ἰσχυρόν. Οὐδὲν οὖν τούτων ἀσθενέστερον.