Ancient Greek
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 2.1-19
Not analysed yet
Μανιχαίους δὲ ὁρᾷς πάλιν, πῶς πάντα ἀπὸ τῶν οἰκείων λογισμῶν τολμῶσι φθέγγεσθαι; Οὐκ ἠδύνατο, φησὶν, ὁ Θεὸς ἄνευ ὕλης ποιῆσαι τὸν κόσμον. Πόθεν τοῦτο δῆλον; Χαμόθεν ταῦτα λέγουσι καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν παρ' ἡμῖν. Ὅτι ἄνθρωπος, φησὶν, οὐ δύναται ἑτέρως ποιῆσαι. Πάλιν Μαρκίων ὅρα τί φησιν· Οὐκ ἠδύνατο ὁ Θεὸς σάρκα ἀναλαβὼν μεῖναι καθαρός. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲ οἱ ἄνθρωποι, φησί. Καίτοι ἄνθρωποι δύνανται. Οὐαλεντῖνος πάλιν χαμαὶ συρομένους ἔχων τοὺς λογισμοὺς, ἀπὸ τῆς γῆς φθέγγεται· ὁμοίως καὶ Παῦλος ὁ Σαμοσατεὺς, καὶ Ἄρειος. Τί γάρ φησιν; Οὐκ ἠδύνατο ὁ Θεὸς γεννῶν, γεννῆσαι ἀπαθῶς. Πόθεν τοῦτο τολμᾷς λέγειν, ὦ Ἄρειε; Ἀπὸ τῶν παρ' ἡμῖν. Ὁρᾷς πάντων χαμαὶ συρομένους τοὺς λογισμοὺς, πάντων κεχαλασμένους, τῆς γῆς πνέοντας; Καὶ δογμάτων μὲν ἕνεκα, οὕτω· βίου δὲ πάλιν, οἱ πόρνοι, οἱ χρημάτων ἐρῶντες, οἱ δόξης, οἱ τῶν ἄλλων ἁπάντων, χαμαὶ σύρονται· οὐκ ἔχουσιν ἑστηκυῖαν αὐτὴν τὴν ὀσφὺν, ὥστε καμόντες ἐπαναπαύεσθαι, ἀλλ' ἐὰν κάμωσιν, οὐ τιθέασι τὴν χεῖρα καὶ ἑστήκασιν, ἀλλὰ διαλύονται. Ὁ μέντοι ἐζωσμένος τῇ ἀληθείᾳ, πρῶτον μὲν οὐδέποτε καμεῖται· δεύτερον δὲ, κἂν κάμῃ, εἰς αὐτὴν ἐπαναπαύσεται τὴν ἀλήθειαν. Τί γὰρ, εἰπέ μοι; πενία αὐτὸν καμεῖν ποιήσει; Οὐδαμῶς· ἐπαναπαύεται γὰρ ἐπὶ τὸν ὄντως πλοῦτον, καὶ διὰ τῆς πενίας εἴσεται τὴν ὄντως πενίαν. Ἀλλὰ δουλεία ποιήσει αὐτὸν καμεῖν; Οὐδαμῶς· οἶδε γὰρ τὴν ὄντως δουλείαν. Ἀλλὰ νόσος; Ἀλλ' οὐδὲ τοῦτο· Αἱ ὀσφύες ὑμῶν, φησὶν ὁ Χριστὸς, ἔστωσαν ἐζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, ὥστε τὸ φῶς ἔχειν ἄσβεστον. Τοῦτο καὶ οἱ ἐξ Αἰγύπτου ἐξιόντες ποιεῖν ἐπετάττοντο, καὶ ἐζωσμένοι τὸ πάσχα ἤσθιον. Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτως ἤσθιον; Βούλει μαθεῖν τὴν ὑπόθεσιν ἅπασαν καθ' ἱστορίαν, ἢ κατὰ ἀναγωγήν; Ἐγὼ μὲν οὖν ἀμφότερα ἐρῶ· ὑμεῖς δὲ κατέχετε. Οὐ γὰρ ἁπλῶς, ἵνα μόνον εἴπω τὴν λύσιν, ποιοῦμαι, ἀλλ' ἵνα καὶ ἔργον ἐν ὑμῖν γένηται τὰ ἡμέτερα ῥήματα. Ἦσαν, φησὶν, ἐζωσμένοι, καὶ αἱ βακτηρίαι αὐτῶν ἐν ταῖς χερσὶ, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ οὕτως ἤσθιον τὸ πάσχα. Φρικτὰ καὶ φοβερὰ τὰ μυστήρια, καὶ πολὺ τὸ βάθος ἔχοντα. Εἰ δὲ ἐν τοῖς τύποις οὕτω φοβερὰ, πολλῷ μᾶλλον ἐν τῇ ἀληθείᾳ. Ἐξ Αἰγύπτου ἐξέρχονται, τὸ πάσχα ἐσθίουσι. Πρόσεχε, τὸ σχῆμα ὁδοιπορούντων ἐστί· τὸ γὰρ ὑποδήματα ἔχειν, καὶ ῥάβδους ἐν ταῖς χερσὶ, καὶ ἑστῶτας ἐσθίειν, οὐδὲν ἕτερον ἢ τοῦτο δηλοῖ. Βούλεσθε τὴν ἱστορίαν ἀκοῦσαι πρῶτον, ἢ τὴν ἀναγωγήν; Τὴν ἱστορίαν ἄμεινον. Τί οὖν ἡ ἱστορία βούλεται; Ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ συνεχῶς τοῦ Θεοῦ ἐπελανθάνοντο τῶν εὐεργεσιῶν. Βουλόμενος οὖν καὶ ἄκοντας εἰς μνήμην αὐτῶν ἔρχεσθαι, τὸν τρόπον τῆς βρώσεως τοῦ πάσχα τοῦτον νομοθετεῖ. Τί δήποτε; Ἵνα καθ' ἕκαστον χρόνον ἔχοντες ἀνάγκην τὴν νομοθεσίαν τηρεῖν, μνημονεύωσιν ἀναγκαίως καὶ τοῦ αὐτοὺς ἐξαγαγόντος Θεοῦ. Οὐκ ἄρα οὖν τῷ χρόνῳ μόνον κατέδησεν αὐτοῦ τὰς εὐεργεσίας ὁ Θεὸς, ἀλλὰ καὶ τῷ σχήματι τῶν ἐσθιόντων. Διὰ τοῦτο γὰρ ἐζωσμένοι καὶ ὑποδεδεμένοι ἐσθίουσιν, ἵνα ἐρωτώμενοι λέγωσιν, ὅτι Πρὸς ὁδοιπορίαν ἦμεν ἕτοιμοι, καὶ ὅτι Ἐμέλλομεν ἐξιέναι ἐκ τῆς Αἰγύπτου ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας. Τοῦτο μὲν ὁ καθ' ἱστορίαν τύπος· ἡ δὲ ἀλήθεια, αὕτη. Καὶ ἡμεῖς ἐσθίομεν πάσχα, τὸν Χριστόν· Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστὸς, φησίν. Ἄρα καὶ ἡμεῖς πάσχα ἐσθίομεν πολὺ τοῦ νομικοῦ κρεῖττον. Οὐκοῦν καὶ ὑποδεδεμένοι καὶ ἐζωσμένοι ὀφείλομεν ἐσθίειν. Διὰ τί; Ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν πρὸς τὴν ἔξοδον, πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν. Μηδεὶς τῶν τὸ πάσχα τοῦτο ἐσθιόντων πρὸς Αἴγυπτον βλεπέτω, ἀλλὰ πρὸς τὸν οὐρανὸν, πρὸς τὴν ἄνω Ἱερουσαλήμ. Διὰ τοῦτο ἐζωσμένος, διὰ τοῦτο ὑποδεδεμένος ἐσθίεις, ἵνα μάθῃς ὅτι ἅμα τῷ ἄρξασθαι ἐσθίειν τὸ πάσχα, ἀποδημεῖν ὀφείλεις καὶ ὁδεύειν. Δύο δὲ αἰνίττεται· καὶ τὸ δεῖν ἐξιέναι ἀπὸ Αἰγύπτου, καὶ τὸ μένοντας, ὡς εἰς ἀλλοτρίαν λοιπὸν μένειν· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ τὸ πάντα τὸν βίον ἀεὶ ἐμπαρασκεύους εἶναι, ὥστε κληθέντας μὴ ἀναβάλλεσθαι, ἀλλὰ λέγειν· Ἑτοίμη ἡ καρδία ἡμῶν. Ἀλλὰ τοῦτο μὲν Παῦλος ἠδύνατο λέγειν, ὁ μηδὲν ἑαυτῷ συνειδώς· ἐγὼ δὲ ὁ πολλοῦ χρόνου δεόμενος εἰς μετάνοιαν, οὐ δύναμαι εἰπεῖν. Ὅτι δὲ τὸ ἐζῶσθαι γρηγορούσης ψυχῆς, ἄκουε τοῦ Θεοῦ λέγοντος τῷ δικαίῳ ἐκείνῳ· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Τοῦτο καὶ πρὸς πάντας ἁγίους φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα. Καὶ αὐτὸς δὲ φαίνεται ἐζωσμένος ἐν τῷ Ἰεζεκιήλ· μᾶλλον δὲ καὶ οἱ ἄγγελοι ἡμῖν ἐζωσμένοι φαίνονται, ἅτε στρατιῶται ὄντες. Ἀπὸ τοῦ περιζώσασθαι. τὸ στῆναι γίνεται γενναίως, ὥσπερ ἀπὸ τοῦ στῆναι, τὸ ζώσασθαι. Οὐκοῦν καὶ ἑαυτοὺς περιζώσωμεν· καὶ γὰρ καὶ ἡμεῖς ἐξιέναι μέλλομεν, καὶ πολλὰ μεταξὺ τὰ χαλεπά. Ὅταν τὸ πεδίον τοῦτο διέλθωμεν, ὁ διάβολος ἐφέστηκεν εὐθέως, πάντα ποιῶν καὶ μηχανώμενος, ὥστε τοὺς ἐξ Αἰγύπτου σωθέντας, ὥστε τοὺς τὴν Ἐρυθρὰν θάλασσαν διαβάντας, τοὺς ἀπὸ τῶν δαιμόνων καὶ τῶν μυρίων πληγῶν ἅμα ἀπολυομένους, τούτους λαβὼν ἀπολέσαι. Ἀλλ', ἐὰν νήφωμεν, ἔχομεν καὶ ἡμεῖς στῦλον πυρὸς, τὴν τοῦ Πνεύματος χάριν· ὁ αὐτὸς καὶ φωτίζει, καὶ σκιάζει· ἔχομεν μάννα· μᾶλλον δὲ οὐ μάννα, ἀλλὰ πολλῷ πλέον τοῦ μάννα ἔχομεν· πόμα πνευματικὸν, οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν. Ἔχομεν καὶ παρεμβολὴν, τὴν ἔρημον οἰκοῦντες καὶ νῦν. Ὄντως γὰρ, ὄντως ἔρημος καὶ νῦν τῆς ἀρετῆς ἡ γῆ γέγονε, καὶ μᾶλλον ἢ ἐκείνη. Διὰ τί ἐκείνη ἡ ἔρημος φευκτὴ ἦν; ἆρ' οὐχ ὅτι σκορπίους εἶχεν ἐν ἑαυτῇ καὶ ἔχεις; ἐν ᾗ, φησὶν, οὐ διῆλθεν ἄνθρωπος. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρπῶν, ὡς ἡ ἀνθρωπίνη φύσις.