Ancient Greek
Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 3.1-3
Not analysed yet
Εἶδες πλοῦτον δόξης κληρονομίας; εἶδες ὑπερβάλλον μέγεθος δυνάμεως εἰς τοὺς πιστεύοντας; εἶδες ἐλπίδα κλήσεως; Αἰδεσθῶμεν ἡμῶν τὴν κεφαλὴν, ἐννοήσωμεν τίνος ἐσμὲν σῶμα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται. Καὶ τῶν ἀγγέλων κατὰ τοῦτο τὸ ὑπόδειγμα βελτίους ἡμᾶς εἶναι χρὴ, καὶ τῶν ἀρχαγγέλων μείζους, ὡς πάντων αὐτῶν προτετιμημένους. Οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεὸς, καθὼς γράφων Ἑβραίοις φησὶν, ἀλλὰ σπέρματος Ἀβραάμ· οὐκ ἀρχῆς οὐδὲ ἐξουσίας οὐδὲ κυριότητος οὐδὲ ἄλλης οὐδεμιᾶς δυνάμεως· ἀλλὰ τὴν ἡμετέραν φύσιν ἀνέλαβε, καὶ ἐκάθισεν ἄνω. Καὶ τί λέγω, ἐκάθισεν; ἱμάτιον αὐτοῦ ἐποίησεν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ὑπὸ τοὺς πόδας αὐτοῦ πάντα ὑπέταξε. Πόσους βούλει θεῖναι θανάτους; πόσας ψυχάς; μυρίους καὶ πολλαπλασίους; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς. Δύο γὰρ τὰ μέγιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς μέγα ὑψηλότητος ἀνήγαγε. Εἶπεν ἐκεῖνο πρῶτον, ὅτι ἑαυτὸν ἐταπείνωσε τοσοῦτον· λέγει τὸ τούτου ὑψηλότερον νῦν, τὸ μέγα ὄντως καὶ τὸ κεφάλαιον. Καίτοι εἰ καὶ μηδενὸς ἠξιώθημεν, ἤρκει· ἢ καὶ τούτου εἰ ἠξιώθημεν, χωρὶς τοῦ σφάξαι ἤρκει· ὅταν δὲ τὰ δύο ᾖ, τίνα οὐκ ἂν ὑπερβολὴν λόγου νικήσειε καὶ ὑπερβαίη; Οὐ μέγα ἡ ἀνάστασις, ὅταν ταῦτα λογίσωμαι. Περὶ τούτου φησίν· Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ Θεοῦ Λόγου. Αἰδεσθῶμεν τὴν ἐγγύτητα τῆς συγγενείας, φοβηθῶμεν μή τις ἀποκοπῇ τοῦ σώματος τούτου, μή τις ἐκπέσῃ, μή τις ἀνάξιος φανῇ. Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαμεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι; Νῦν δὲ οὐ διάδημα ἡμῶν περίκειται τῇ κεφαλῇ, ἀλλὰ κεφαλὴ ἡμῶν γέγονεν ὁ Χριστὸς, ὅπερ ἐστὶ μεῖζον, καὶ οὐδένα λόγον ποιούμεθα. Ἀλλ' ἄγγελοι μὲν αὐτὴν αἰδοῦνται καὶ ἀρχάγγελοι καὶ πᾶσαι ἐκεῖναι αἱ δυνάμεις· ἡμεῖς δὲ, οἱ σῶμα αὐτοῦ ὄντες, οὔτε διὰ τοῦτο, οὔτε δι' ἐκεῖνο αἰδεσθησόμεθα; καὶ τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Ἐννόει τὸν θρόνον τὸν βασιλικὸν, ἐννόει τῆς τιμῆς τὴν ὑπερβολήν· τοῦτο καὶ γεέννης, εἴ γε βουλοίμεθα, μᾶλλον ἡμᾶς φοβῆσαι δυνήσεται. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τιμηθέντας τοσαύτην τιμὴν, ἀναξίους εὑρεθῆναι καὶ κακοὺς, τίνα οὐκ ἂν ἔχοι κόλασιν, τίνα τιμωρίαν; Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται· τοῦτο μόνον καὶ ἀπόχρη πρὸς πᾶν ὁτιοῦν· τίνος ἐν δεξιᾷ ἵδρυται. Ἀλλ' αὕτη μὲν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως· τὸ δὲ ταύτης σῶμα καὶ ὑπὸ δαιμόνων πατεῖται; Ἀλλὰ μὴ γένοιτο· εἰ γὰρ γένοιτο, οὐκ ἂν εἴη τὸ τοιοῦτον σῶμα λοιπόν. Τὴν κεφαλήν σου καὶ οἱ εὐδοκιμοῦντες τῶν δούλων πεφρίκασι, καὶ τὸ σῶμα τοῖς προσκεκρουκόσιν ὑποβάλλεις; καὶ πόσης οὐκ ἔσῃ κολάσεως ἄξιος; Εἴ τις τοὺς πόδας τοῦ βασιλέως κλοιοῖς περιβάλοι καὶ πέδαις, ἆρα οὐχὶ τῆς ἐσχάτης δίκης ὑπεύθυνος ἔσται; Σὺ ὅλον τὸ σῶμα θηρίοις παραβάλλεις χαλεποῖς, καὶ οὐ φρίττεις; Ἀλλ' ἐπειδὴ περὶ σώματος Κυριακοῦ ὁ λόγος, φέρε, καὶ περὶ ἐκείνου μνημονεύσωμεν, τοῦ σταυρωθέντος, τοῦ προσηλωθέντος, τοῦ θυομένου. Εἰ σῶμα εἶ τοῦ Χριστοῦ, φέρε τὸν σταυρόν· καὶ γὰρ ἐκεῖνος ἤνεγκε· φέρε ἐμπτύσματα, φέρε ῥαπίσματα, φέρε ἥλους. Τοιοῦτον ἐκεῖνο τὸ σῶμα ἦν. Τὸ σῶμα ἐκεῖνο ἀναμάρτητον ἦν· Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος ἐν τῷ στόματι αὐτοῦ εὑρέθη· αἱ χεῖρες αὐτοῦ πρὸς εὐεργεσίαν ἅπαντα ἔπραττον τῶν δεομένων· οὐδὲν τὸ στόμα ἐξέβαλε τῶν οὐ προσηκόντων· Δαιμόνιον ἔχεις, ἤκουσε, καὶ οὐδὲν ἀντεῖπεν. Ἐπεὶ δὲ περὶ σώματος ἡμῖν ὁ λόγος, ὅσοι μετέχομεν τοῦ σώματος, ὅσοι τοῦ αἵματος ἀπογευόμεθα τούτου, ἐννοεῖτε ὅτι τοῦ μηδὲν ἐκείνου διαφέροντος οὐδὲ διεστῶτος μετέχομεν πρὸς μετοχὴν, ὅτι ἐκείνου τοῦ ἄνω καθημένου, τοῦ προσκυνουμένου παρὰ ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάμεως ἐγγὺς, τούτου ἀπογευόμεθα. Οἴμοι, πόσαι πρὸς σωτηρίαν ἡμῖν ὁδοί. Σῶμα ἡμᾶς ἑαυτοῦ ἐποίησε, σῶμα ἡμῖν τὸ ἑαυτοῦ μετέδωκε, καὶ οὐδὲν τούτων ἡμᾶς ἀποτρέπει τῶν κακῶν. Ὢ τοῦ σκότους, καὶ τοῦ βυθοῦ τοῦ πολλοῦ. ὢ τῆς ἀναλγησίας. Τὰ ἄνω, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· καὶ μετὰ ταῦτα χρημάτων φροντίζουσί τινες, ἕτεροι ὑπὸ τῶν παθῶν ἁλίσκονται.