Ancient Greek
Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 4.1-3
Not analysed yet
Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ, ὅσα μὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέμνεται, περικόπτεται; καὶ οὐδὲν κέρδος, ὅτι γέγονε τοῦ σώματος, ὅταν πεπηρωμένον ᾖ, ὅταν νενεκρωμένον, ὅταν σεσηπὸς, ὅταν καὶ τῷ λοιπῷ λυμαίνηται; Μὴ τοίνυν θαῤῥῶμεν, ὅτι γεγόναμεν ἅπαξ τοῦ σώματος. Εἰ δὲ τὸ σῶμα τοῦτο φυσικὸν ὂν, ὅμως ἀποτέμνεται, τὰ τῆς προαιρέσεως ἂν μὴ μένῃ, τί οὐ πείσεται δεινόν; Ὅταν μὴ μετέχῃ τῆς τροφῆς ταύτης τὸ σῶμα, ὅταν οἱ πόροι ἐμφραγῶσι, τότε νεκροῦται· ὅταν οἱ ὀχετοὶ, τότε πηροῦται. Οὕτω καὶ ἡμεῖς ὅταν ἀποφράξωμεν τὰς ἀκοὰς, πηροῦται ἡμῶν ἡ ψυχή· ὅταν μὴ μετέχωμεν τῆς πνευματικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς ἀντὶ χυμῶν διεφθαρμένων ἡμᾶς λυμαίνωνται, πάντα ταῦτα τίκτει τὴν νόσον χαλεπὴν, νόσον τηκεδόνα ἐργαζομένην· καὶ δεήσεται τοῦ πυρὸς ἐκείνου λοιπὸν, δεήσεται τοῦ διχοτομηθῆναι Οὐ γὰρ ἀνέχεται μετὰ τοιούτου σώματος εἰσελθεῖν εἰς τὸν νυμφῶνα ὁ Χριστός. Εἰ τὸν ἱμάτια ῥυπαρὰ ἐνδεδυμένον ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώματι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται; τί οὐ διαθήσει; Πολλοὺς ὁρῶ τοὺς σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ συνηθείᾳ μᾶλλον καὶ νόμῳ, ἢ λογισμῷ καὶ διανοίᾳ. Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, μετέχει τῶν μυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων ἡμέρα. Καίτοι καιρὸς οὐ τοῦτο προσόδου· οὐ γὰρ Ἐπιφάνια, οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια καὶ καθαρότης. Μετὰ ταύτης ἀεὶ πρόσιθι, χωρὶς ταύτης μηδέποτε. Ὁσάκις γὰρ, φησὶ, τοῦτο ποιεῖτε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε· τουτέστιν, Ὑπόμνησιν ποιεῖτε τῆς σωτηρίας τῆς ὑπὲρ ὑμῶν, τῆς εὐεργεσίας τῆς ἐμῆς. Ἐννόησον, οἱ τῆς θυσίας μετέχοντες τῆς παλαιᾶς πόσῃ ἐκέχρηντο τῇ φειδοῖ. Τί γὰρ οὐκ ἔπραττον; τί δὲ οὐκ ἐποίουν; Πάντοτε ἐκαθαίροντο· σὺ δὲ θυσίᾳ προσιὼν ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγμα ὁρίζεις; καὶ πῶς παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμῶν αὐτοῦ τοῦ σώματος; Καὶ βασιλέα μὲν οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος· τὸν δὲ Βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; Ὕβρις τὸ πρᾶγμά ἐστιν. Εἰπέ μοι, ἆρα ἂν ἕλοιο χερσὶν ἀνίπτοις τῇ θυσίᾳ προσελθεῖν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐθέλοις ἂν μηδὲ ὅλως προσελθεῖν, ἢ ῥυπαραῖς χερσίν. Εἶτα ἐν τῷ μικρῷ οὕτως ὢν εὐλαβὴς, ψυχὴν ἔχων ῥυπαρὰν προσέρχῃ, καὶ ἅπτεσθαι τολμᾷς; Καίτοι ὑπὸ μὲν τῶν χειρῶν πρὸς καιρὸν κατέχεται, εἰς δὲ ἐκείνην ὁλόκληρος ἀναλύεται. Τί δέ; οὐχ ὁρᾷς τὰ σκεύη οὕτω περικλυζόμενα; οὕτως ἀπολάμποντα; Τούτων καθαρωτέρας ἡμῖν εἶναι δεῖ τὰς ψυχὰς, τούτων ἁγιωτέρας καὶ λαμπροτέρας. Τί δήποτε; Ὅτι ἐκεῖνα δι' ἡμᾶς τοιαῦτα γίνεται. Ἐκεῖνα οὐ μετέχει τοῦ ἐνόντος, οὐκ αἰσθάνεται· ἡμεῖς δὲ, ναί. Νῦν δὲ ῥυπαρῷ μὲν οὐκ ἂν ἕλοιο χρήσασθαι σκεύει, ῥυπαρᾷ δὲ ψυχῇ προσέρχῃ; Πολλὴν ὁρῶ τοῦ πράγματος τὴν ἀνωμαλίαν. Ἐν μὲν τοῖς ἄλλοις καιροῖς οὐδὲ καθαροὶ πολλάκις ὄντες προσέρχεσθε, ἐν δὲ τῷ Πάσχα, κἂν ᾖ τι τετολμημένον ὑμῖν, πρόσιτε. Ὢ τῆς συνηθείας. ὢ τῆς προλήψεως. εἰκῆ θυσία καθημερινὴ, εἰκῆ παρεστήκαμεν τῷ θυσιαστηρίῳ, οὐδεὶς ὁ μετέχων. Ταῦτα οὐχ ἵνα ἁπλῶς μετέχητε, λέγω, ἀλλ' ἵνα ἀξίους ἑαυτοὺς κατασκευάζητε. Οὐκ εἶ τῆς θυσίας ἄξιος, οὐδὲ τῆς μεταλήψεως; Οὐκοῦν οὐδὲ τῆς εὐχῆς. Ἀκούεις ἑστῶτος τοῦ κήρυκος, καὶ λέγοντος· Ὅσοι ἐν μετανοίᾳ, ἀπέλθετε πάντες. Ὅσοι μὴ μετέχουσιν, ἐν μετανοίᾳ εἰσίν. Εἰ τῶν ἐν μετανοίᾳ εἶ, μετασχεῖν οὐκ ὀφείλεις· ὁ γὰρ μὴ μετέχων, τῶν ἐν μετανοίᾳ ἐστί. Τίνος οὖν ἕνεκεν λέγει, Ἀπέλθετε, οἱ μὴ δυνάμενοι δεηθῆναι, σὺ δὲ ἕστηκας ἰταμῶς; Ἀλλ' οὐκ εἶ τούτων, ἀλλὰ τῶν δυναμένων μετέχειν, καὶ οὐδὲν φροντίζεις; οὐδὲν ἡγῇ τὸ πρᾶγμα;