Ancient Greek
Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 5.1
Not analysed yet
Σκόπει, παρακαλῶ· Τράπεζα πάρεστι βασιλικὴ, ἄγγελοι διακονούμενοι τῇ τραπέζῃ, αὐτὸς πάρεστιν ὁ Βασιλεὺς, καὶ σὺ ἕστηκας χασμώμενος; ῥυπαρά σοι τὰ ἱμάτια, καὶ οὐδείς σοι λόγος; Ἀλλὰ καθαρά ἐστιν; Οὐκοῦν ἀνάπεσον, καὶ μέτεχε. Ἔρχεται καθ' ἑκάστην ἰδεῖν τοὺς ἀνακειμένους, πᾶσι διαλέγεται· καὶ νῦν ἐν τῷ συνειδότι ἐρεῖ· Ἑταῖροι, πῶς ἑστήκατε ὧδε, μὴ ἔχοντες ἔνδυμα γάμου; Οὐκ εἶπε, Διὰ τί ἀνέπεσες; ἀλλὰ πρὸ τῆς κατακλίσεως καὶ τῆς εἰσόδου ἀνάξιον αὐτὸν εἶναί φησιν· οὐ γὰρ εἶπε, Διὰ τί κατεκλίθης; ἀλλὰ, Τί εἰσῆλθες; Ταῦτα καὶ νῦν πρὸς ἅπαντας ἡμᾶς διαλέγεται τοὺς ἀναισχύντως καὶ ἰταμῶς ἑστῶτας. Πᾶς γὰρ ὁ μὴ μετέχων τῶν μυστηρίων, ἀναίσχυντος καὶ ἰταμῶς ἑστηκώς. Διὰ τοῦτο πρότεροι ἐκβάλλονται οἱ ἐν ἁμαρτήμασι. Καθάπερ γὰρ ἐπὶ τραπέζης παραγενομένου τοῦ δεσπότου οὐ δεῖ τοὺς προσκεκρουκότας τῶν οἰκετῶν παρεῖναι, ἀλλ' ἐκποδὼν γίνονται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐκφερομένης τῆς θυσίας, καὶ τοῦ Χριστοῦ τεθυμένου, καὶ τοῦ προβάτου τοῦ Δεσποτικοῦ, ὅταν ἀκούσῃς, Δεηθῶμεν πάντες κοινῇ, ὅταν ἴδῃς ἀνελκόμενα τὰ ἀμφίθυρα, τότε νόμισον διαστέλλεσθαι τὸν οὐρανὸν ἄνωθεν, καὶ κατιέναι τοὺς ἀγγέλους. Ὥσπερ τοίνυν τῶν ἀμυήτων οὐδένα χρὴ παρεῖναι, οὕτως οὐδὲ τῶν μεμυημένων καὶ ῥυπαρῶν. Εἰπέ μοι, εἴ τις εἰς ἑστίασιν κληθεὶς, τὰς χεῖρας νίψαιτο καὶ κατακλιθείη, καὶ ἕτοιμος γένοιτο πρὸς τὴν τράπεζαν, εἶτα μὴ μετέχοι, οὐχ ὑβρίζει τὸν καλέσαντα; οὐ βέλτιον τὸν τοιοῦτον μηδὲ παραγενέσθαι; Οὕτω δὴ καὶ σὺ παραγέγονας· τὸν ὕμνον ᾖσας, μετὰ πάντων ὡμολόγησας εἶναι τῶν ἀξίων τῷ μὴ μετὰ τῶν ἀναξίων ἀνακεχωρηκέναι· πῶς ἔμεινας, καὶ οὐ μετέχεις τῆς τραπέζης; Ἀνάξιός εἰμι, φησίν. Οὐκοῦν καὶ τῆς κοινωνίας ἐκείνης τῆς ἐν ταῖς εὐχαῖς. Οὐ γὰρ διὰ προκειμένων μόνον, ἀλλὰ καὶ διὰ τῶν ᾠδῶν ἐκείνων τὸ Πνεῦμα πάντοθεν κάτεισιν. Οὐχ ὁρᾷς τοὺς ἡμετέρους οἰκέτας τῇ σπογγιᾷ τὴν τράπεζαν περιπλύνοντας, καὶ τὸν οἶκον καθαίροντας, καὶ οὕτω τοὺς πίνακας τιθέντας; Τοῦτο γίνεται διὰ τῶν εὐχῶν, διὰ τῆς βοῆς τοῦ κήρυκος· ὥσπερ σπογγιᾷ περιπλύνομεν τὴν ἐκκλησίαν, ἵνα ἐν καθαρᾷ τῇ ἐκκλησίᾳ πάντα προτεθῇ, ἵνα μηδεὶς ᾖ σπῖλος, μηδὲ ῥυτίς. Ἀνάξιοι καὶ ὀφθαλμοὶ τῶν θεαμάτων τούτων, ἀνάξιαι καὶ ἀκοαί. Κἂν θηρίον, φησὶ, θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Οὕτως οὐδὲ τῆς ἐπιβάσεως ἄξιοι ἦσαν· καίτοι γε μετὰ ταῦτα καὶ προσῆλθον, καὶ εἶδον ποῦ ἑστήκει ὁ Θεός. Ἔξεστι μετὰ ταῦτα προσελθεῖν, καὶ ἰδεῖν· ὅταν μέντοι παρῇ, ἄπιθι· οὐκ ἔξεστί σοι μᾶλλον, ἢ τῷ κατηχουμένῳ. Οὐ γάρ ἐστιν ἴσον μηδέπω τυχεῖν μυστηρίων, καὶ μετὰ τὸ τυχεῖν προσκρούσαντα καταφρονεῖν, καὶ ἀνάξιον ἑαυτὸν καταστῆσαι τοῦ πράγματος. Ἐνῆν καὶ πλείονα λέγειν καὶ φοβερώτερα, ἀλλ' ὥστε μὴ βαρῆσαι τὴν διάνοιαν ὑμῶν, ἀρκεῖ καὶ ταῦτα· οἱ γὰρ μὴ τούτοις σωφρονιζόμενοι, οὐδὲ τοῖς πλείοσιν. Ἵν' οὖν μὴ μεῖζον ὑμῖν τὸ κρῖμα ἐργασώμεθα, παρακαλῶμεν ὑμᾶς, οὐχ ἵνα μὴ παραγίνησθε, ἀλλ' ἵνα καὶ τῆς παρουσίας καὶ τῆς προσόδου ἀξίους ἑαυτοὺς καταστήσητε. Εἰπέ μοι, εἰ βασιλεύς τις ἐπέταξε, καὶ εἶπεν, Εἴ τις τόδε πράττει, τῆς τραπέζης ἀπεχέτω τῆς ἐμῆς, ἆρα ὑπὲρ τούτου οὐκ ἂν πάντα ἐπράξατε; Εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἐκάλεσεν, εἰς τὴν τράπεζαν τοῦ βασιλέως τοῦ μεγάλου καὶ θαυμαστοῦ, καὶ ἀναδυόμεθα καὶ μέλλομεν, καὶ οὐ σπεύδομεν οὐδὲ ἐπιτρέχομεν τῷ πράγματι; καὶ τίς ἡμῖν ἐστιν ἐλπὶς σωτηρίας; Οὐκ ἔστιν αἰτιάσασθαι ἀσθένειαν, οὐκ ἔστιν αἰτιάσασθαι φύσιν· ῥᾳθυμία μόνον ἀναξίους ἡμᾶς καθίστησι. Ταῦτα μὲν παρ' ἡμῶν εἴρηται· ὁ δὲ κατανύσσων καρδίας, ὁ διδοὺς πνεῦμα κατανύξεως, κατανύξῃ τὰς καρδίας ὑμῶν, καὶ ἐνθῇ εἰς βάθος τὰ σπέρματα, ὥστε ἀπὸ τοῦ φόβου αὐτοῦ λαβεῖν ἐν γαστρὶ καὶ τεκεῖν πνεῦμα σωτηρίας, καὶ μετὰ παῤῥησίας παραγενέσθαι. Οἱ υἱοί σου γὰρ, φησὶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Μηδὲν τοίνυν ἔστω παλαιὸν, μηδὲν ἄγριον, μηδὲν ἀνήμερον, μηδὲν ὠμόν. Τοιαῦτα γὰρ τὰ νεόφυτα πρὸς καρπόν ἐστιν ἐπιτήδεια, καρπὸν δὲ τὸν θαυμαστὸν, τὸν τῆς ἐλαίας λέγω, καὶ ἰσχυρὰ ὥστε πάντας γενέσθαι κύκλῳ τῆς τραπέζης, καὶ μὴ εἰκῆ μηδὲ ὡς ἔτυχεν ἐνταῦθα συνέρχεσθαι, ἀλλὰ μετὰ φόβου καὶ δέους. Οὕτω γὰρ καὶ αὐτὸν ὄψεσθε ἐκεῖ τὸν Χριστὸν μετὰ παῤῥησίας, καὶ τῆς οὐρανίου ἀξιωθήσεσθε βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.