Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 1.1-5
Not analysed yet
Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν; ἀλλ' αὐτός ἐστιν ὁ ὑμᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν; Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης; Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους δούλους ἀντ' ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀγνώμονες καὶ ἀχάριστοι δειχθήσονται, τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες· τρίτον, ὅτι οὐ δυνατὸν τοῦτο. Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόμος, ἅπαξ ἑτέρου παρ' αὐτοῦ πάντας ἡμᾶς πριαμένου. Στήκετε δὲ εἰπὼν, τὸν σάλον ἔδειξε. Καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται· τῷ δὲ, Πάλιν, εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσι τὴν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι· οἱ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτικὸν τοῦ ζυγοῦ, εἶτα ὑποτιθέντες ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν εἴητε δίκαιοι τυχεῖν συγγνώμης; Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὅρα πόση ἀπειλή. Εἰκότως ἄρα καὶ ἀγγέλους ἀνεθεμάτιζε. Πῶς δὲ Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει; Αὐτὸς μὲν γὰρ τοῦτο οὐ κατεσκεύασεν, ἀλλ' ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπὸν (διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅπερ ἦν θαῤῥοῦντος οἷς λέγει)· ἡμεῖς δὲ ὡς ἂν οἷόν τε τὰ παρ' ἑαυτῶν προσθήσομεν. Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεμνόμενον ὁ Χριστός; Ὁ περιτεμνόμενος, ὡς νόμον δεδοικὼς περιτέμνεται· ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος, ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης. Πάλιν ἑτέρως, ὁ περιτεμνόμενος τὸν νόμον κύριον ποιεῖ· κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παραβαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουσάμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι; Εἰ γὰρ χρή τι καὶ παράδοξον εἰπεῖν, οὗτος οὔτε τῷ Χριστῷ, οὔτε τῷ νόμῳ πιστεύει, ἀλλ' ἐν μέσῳ ἕστηκε, κἀκεῖθεν καὶ ἔνθεν βουλόμενος κερδαίνειν· διόπερ οὐδαμόθεν οὐδὲν καρπώσεται. Εἶτα εἰπὼν, ὅτι Οὐδὲν ὠφελήσει, αἰνιγματωδῶς καὶ διὰ βραχέων τὴν ἀπόδειξιν τίθησιν, οὕτω λέγων· Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἵνα γὰρ μὴ νομίσῃς κατ' ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν λέγω μόνον, φησὶν, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· ἀλλήλων γὰρ ἔχεται τὰ νόμιμα. Καὶ καθάπερ ὁ ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρου, οὐκέτι ποιεῖ ὃ βούλεται, ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις· οὕτω καὶ ἐπὶ τοῦ νόμου ὅταν ἀναδέξῃ μικρόν τι τοῦ νόμου, καὶ ὑπάγῃς σεαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν κληρονομίας· ὁ μὲν μηδενὸς ἁψάμενος, πάντων ἀπήλλακται τῶν ἐπαγομένων τῷ κλήρῳ τοῦ τετελευτηκότος πραγμάτων· ἂν δὲ μικρόν τι χειρίσῃ, κἂν μὴ πάντα λάβῃ, πᾶσιν ἑαυτὸν ὑπεύθυνον κατέστησε διὰ τοῦ μέρους. Τοῦτο καὶ ἐπὶ τοῦ νόμου συμβαίνει, οὐ διὰ τοῦτον δὲ μόνον ὃν εἴρηκα τρόπον, ἀλλὰ καὶ δι' ἕτερον· ἀλλήλων γὰρ τὰ νόμιμα ἔχεται. Οἷόν τι λέγω· Ἡ περιτομὴ θυσίαν ἔχει συνεζευγμένην καὶ ἡμερῶν παρατήρησιν· ἡ θυσία πάλιν καὶ ἡμέρας καὶ τόπου φυλακὴν, ὁ τόπος μυρίων καθαρμῶν τρόπους, οἱ καθαρμοὶ ἐσμόν τινα παρατηρήσεων εἰσάγουσι ποικίλων. Τὸν γὰρ ἀκάθαρτον οὐ θύειν, οὐχ ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέμις. Διὸ καὶ πολλὰ ἐφέλκεται καὶ διὰ τῆς μιᾶς ἐντολῆς ὁ νόμος. Ἂν τοίνυν περιτμηθῇς, μὴ ἐν τῇ ὀγδόῃ δὲ ἡμέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ μὲν, μὴ οὔσης δὲ θυσίας, θυσίας δὲ οὔσης, μὴ ἐν τῷ ὡρισμένῳ δὲ τόπῳ, ἢ ἐν τῷ ὡρισμένῳ τόπῳ, μὴ τὰ νενομισμένα δὲ, ἢ τὰ νενομισμένα μὲν, μὴ καθαρὸς δὲ ὢν, ἢ καθαρὸς μὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσμοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα. Διὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Εἰ μὲν κύριος ὁ νόμος, μὴ μέρος πληρώσῃς, ἀλλὰ τὸ πᾶν· εἰ δὲ οὐκ ἔστι κύριος, μηδὲ τὸ μέρος. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσετε. Ἐπειδὴ γὰρ κατεσκεύασεν, ἀποφαίνεται λοιπὸν, καὶ τὸν περὶ τῶν ἐσχάτων κρημνῶν κίνδυνον. Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων, μήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λοιπὸν, ἀλλ' ἢ κόλασις ἀπαραίτητος, τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν;