Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 2.1-5
Not analysed yet
Αὐξήσας τοίνυν αὐτῶν οὕτω τὸν φόβον, καὶ κατασείσας αὐτῶν τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον, ὃ μέλλουσιν ὑπομένειν, πᾶν, ἐγγύθεν ἀνοίγει αὐτοῖς τῆς χάριτος τὸν λιμένα· ὃ πανταχοῦ ποιεῖ, εὐκολωτάτην τε καὶ ἀσφαλεστάτην ἐντεῦθεν ἀποφαίνων τὴν σωτηρίαν. Διὸ καὶ ἐπάγει λέγων· Ἡμεῖς γὰρ διὰ πίστεως ἐν πνεύματι ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Οὐδενὸς ἐκείνων τῶν νομίμων δεόμεθα, φησίν· ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν πνεῦμα παρασχεῖν, καὶ δι' αὐτοῦ δικαιοσύνην, καὶ τὰ πολλὰ καὶ μεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη. Ὁρᾷς πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παῤῥησίας; Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησί. Καὶ μὴν ἔλεγεν, ὅτι βλαβερὸν ἡ περιτομή· πῶς οὖν ἀδιάφορον αὐτὸ τίθησιν; Ἀδιάφορον ἐπὶ τῶν ἤδη πρὸ τῆς πίστεως ἐσχηκότων, οὐκ ἐπὶ τῶν μετὰ τὴν πίστιν περιτεμνομένων. Ὅρα δὲ ποῦ αὐτὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν. Τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστίν. Ὥσπερ οὖν ἂν ἀθλητάς τις καταλέγῃ, ἄν τε γρυποὺς, ἄν τε σιμοὺς, ἄν τε μέλανας, ἄν τε λευκοὺς, οὐδὲν διαφέρει πρὸς τὴν δοκιμασίαν ταῦτα, ἀλλ' ἵνα ἰσχυροὶ καὶ ἐπιστήμονες ὦσι μόνον, τοῦτο δεῖ ζητεῖν· οὕτω καὶ τὸν μέλλοντα ἀπογράφεσθαι εἰς τὴν Καινὴν Διαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ ταῦτα ἅπαντα, ὥσπερ οὖν οὔτε ὀνίνησιν, ἂν προσῇ. Τί δέ ἐστι, Δι' ἀγάπης ἐνεργουμένη; Μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν, ἐμφήνας ὅτι ἐκ τοῦ τὴν πρὸς Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαί ἐστι τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας. Ὡς ἂν εἰ ἔλεγεν· Εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν, οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε, οὐκ ἂν ὑβρίσατε τὸν ἐλευθερώσαντα. Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς ἐπιβουλεύοντας αὐτοῖς, δεικνὺς ὅτι καὶ ἐκεῖνοι, εἰ ἀγάπην εἶχον πρὸς αὐτοὺς, οὐκ ἂν ἐτόλμησαν ταῦτα ποιεῖν. Βούλεται δὲ καὶ τὸν βίον αὐτοῖς διορθοῦν ἀπὸ τοῦ ῥήματος τούτου. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ' ἀποροῦντος καὶ ὀλοφυρομένου. Πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος; τίς ὁ τοσοῦτον ἰσχύσας; Οἱ πάντων ἀνώτεροι καὶ ἐν τάξει διδασκάλων ὄντες, οὐδὲ ἐν τάξει μαθητῶν ἐμείνατε. Τί γέγονε; τίς τοσοῦτον ἴσχυσε; Ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε· Τίς ὑμᾶς ἐβάσκανεν; Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Οὐκ ἐπὶ τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι· οὐ ταῦτα ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν. Εἶτα ἵνα μή τις λέγῃ· Τί οὕτω τὸ πρᾶγμα ἐπαίρεις καὶ δεινοῖς τῷ λόγῳ; μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς φοβεῖ οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ' ἀπὸ τῶν μελλόντων, λέγων οὕτω· Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὕτω καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο σφάλμα, μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Χριστῷ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ' ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι Διορθώσεσθε. Πόθεν οἶδας τοῦτο; Οὐκ εἶπεν, Οἶδα, ἀλλὰ, Πιστεύω. Πιστεύω τῷ Θεῷ, φησὶ, καὶ τὴν ἐκείνου καλῶ συμμαχίαν πρὸς τὴν ὑμετέραν διόρθωσιν θαῤῥῶν. Καὶ οὐχ ἁπλῶς εἶπε, Πέποιθα εἰς ὑμᾶς, ἀλλ', Ἐν Κυρίῳ. Πανταχοῦ γὰρ μετ' ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡς ἂν εἰ ἔλεγεν· οἶδα τοὺς ἐμοὺς μαθητὰς, οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαῤῥῶ τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι' ὑμᾶς τοὺς δυναμένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι. Ἅμα δὲ καὶ προτρέπει καὶ τὴν παρ' ἑαυτῶν σπουδὴν εἰσενεγκεῖν, ὡς οὐκ ἐνὸν τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἂν μὴ καὶ τὰ παρ' ἡμῶν εἰσφέρηται. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάῤῥυνε, καὶ ἐξ ὧν ἐκείνοις ἐπηράσατο, ἢ προεφήτευσε. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἐπειδὴ ὑμεῖς οὐδὲν ἄλλο φρονήσετε, διὰ τοῦτο οἱ τῆς ἀπάτης αἴτιοι ἀπηλλαγμένοι τῆς κολάσεώς εἰσιν, ἀλλὰ δώσουσι δίκην· οὐδὲ γὰρ προσῆκον τὴν ἑτέρων σπουδὴν τῆς ἄλλων κακοηθείας γενέσθαι παραμυθίαν. Γίνεται δὲ τοῦτο, ἵνα μὴ καὶ ἑτέροις πάλιν ἐπίθωνται. Καὶ οὐχ ἁπλῶς εἶπεν, οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον εἰπών· Ὅστις ἂν ᾖ. Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύττω, τί ἔτι διώκομαι; Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν. Οἴδατε γὰρ, φησὶ, καὶ ὑμεῖς, ὅτι τῶν διωγμῶν μου πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι; Οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν ἔχουσί μοι οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο μόνον. Καὶ γὰρ εἰ συνεχώρουν αὐτοῖς μετὰ τῶν πατρῴων ἐθῶν πιστεύειν, οὐκ ἂν οὔτε οἱ πιστεύσαντες, οὔτε οἱ ἀπιστήσαντες ἐπεβούλευσαν, τῷ μηδὲν τῶν οἰκείων παρασαλεύεσθαι.