Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 10.1
Not analysed yet
Οὐκ ἂν οὖν ὁ τοσαῦτα παρ' ἑτέρων ἀκούσας, καὶ αὐτὸς τὰ αὐτὰ παραινῶν ἑτέροις, τούτοις περιέπεσεν, οὐχ ὅτι Παῦλος, ἀλλ' οὐδὲ ὁ τυχὼν ἄνθρωπος. Ἀλλ' ὅπερ ἔφην, γυμνὴ μὲν αὕτη ἐξεταζομένη ἡ ῥῆσις καὶ ὑφορμεῖν καὶ προσίστασθαι δύναταί τισι τῶν ἀκροατῶν· ἂν δὲ τὴν αἰτίαν προσθῶμεν δι' ἣν ταῦτα ἐλέγετο, καὶ κροτήσουσι καὶ θαυμάσονται πάντες τὸν εἰρηκότα. Τοῦτο τοίνυν ποιῶμεν. Οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἐπεὶ πολλὰ ἕψεται τὰ ἁμαρτήματα· οὐδὲ τὴν λέξιν καθ' ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ γὰρ ἐν ταῖς ἡμετέραις διαλέξεσιν, ἂν μὴ τούτῳ ὦμεν κεχρημένοι τῷ τρόπῳ, καὶ τὴν γνώμην ἐξετάζωμεν τοῦ λέγοντος, πολλὰς ὑποστησόμεθα τὰς ἀπεχθείας, καὶ πάντα ἀνατραπήσεται. Καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων, ὅπου καὶ ἐπὶ πραγμάτων ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται; Καὶ γὰρ καὶ ἰατροὶ καὶ τέμνουσι καὶ διακλῶσί τινα τῶν ὀστέων, καὶ λῃσταὶ ταῦτα ποιοῦσι πολλάκις. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, ὅταν λῃστὴν καὶ ἰατρὸν μὴ δυνηθῶμεν διελεῖν; Πάλιν ἀνδροφόνοι καὶ μάρτυρες τὰς αὐτὰς ὑπομένουσιν ὀδύνας βασανιζόμενοι· ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Κἂν μὴ τοῦτον διατηρῶμεν τὸν κανόνα, οὐ δυνησόμεθα εἰδέναι ταῦτα, ἀλλὰ καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ καὶ τὸν Φινεὲς, τὸν δὲ Ἀβραὰμ καὶ παιδοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην. Ἐξετάσωμεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ' ἧς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν σκοπὸν, καὶ τίς ἦν διόλου περὶ τοὺς ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα ἐκ ποίας ἐλέγετο γνώμης. Οὐδὲ γὰρ ἐξευτελίζων ἐκείνους, οὔτε ἑαυτὸν ἐπαινῶν, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα· πῶς γὰρ, ὅπου καὶ ἑαυτὸν ἀνεθεμάτισεν; ἀλλὰ πανταχοῦ τοῦ Εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν Ἐκκλησίαν πορθοῦντες, ὅτι Τοῖς ἀποστόλοις ἕπεσθαι δεῖ τοῖς μὴ κωλύουσι ταῦτα, οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ κατὰ μικρὸν ἡ Ἰουδαϊκὴ πλάνη εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως, οὐ τοὺς ἀποστόλους εἰπεῖν κακῶς βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι βουλόμενος. Διὰ τοῦτό φησιν, Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸν παρὰ τοῦ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. Ὁ μὲν γὰρ παρὰ ἀνθρώπων μανθάνων, εἰκότως ἀνθρώπους λαμβάνει κοινωνοὺς πάλιν· ὁ δὲ τῆς θείας ἐκείνης καὶ μακαρίας ἀξιωθεὶς φωνῆς, καὶ παρ' αὐτοῦ τοῦ τὸν θησαυρὸν ἔχοντος τῆς σοφίας πάντα διδαχθεὶς, τίνος ἕνεκεν λοιπὸν ἀνθρώποις ἀνετίθετο; Ὁ γὰρ τοιοῦτος οὐ μανθάνειν παρὰ ἀνθρώπων, ἀλλὰ διδάσκειν ἀνθρώπους δίκαιος ἂν εἴη. Οὐ τοίνυν ἀπονοίας ἕνεκεν ταῦτα ἔλεγεν, ἀλλ' ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα. Οὐδὲ ἀνῆλθον, φησὶ, πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, πρὸ αὐτοῦ ἐκλήθησαν, οὐκ ἀνῆλθον πρὸς ἐκείνους, φησίν. Εἰ δὲ ἐχρῆν αὐτοῖς κοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῷ τὸ κήρυγμα, καὶ τοῦτο ἂν αὐτῷ ἐκέλευσε. Τί οὖν, οὐκ ἀνῆλθεν ἐκεῖ; Καὶ μὴν ἀνῆλθε, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μαθησόμενός τι παρ' αὐτῶν. Πότε; Ὅτε ἐν τῇ πόλει τῶν Ἀντιοχέων, τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ Ἐκκλησίᾳ, γέγονε περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου, καὶ ἐζήτουν πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν. Τότε ἀνῆλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας. Πῶς οὖν φησιν, Οὐκ ἀνῆλθον, οὐδὲ ἀνεθέμην; Ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ' ἀπεστάλη παρ' ἑτέρων· δεύτερον δὲ οὐ μαθησόμενος παρεγένετο, ἀλλ' ἑτέρους πείθων. Αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι· ἐπειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν, οὐκ αὐτός τι εἰσόμενος πλέον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται. Οὕτω καὶ ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου, ἀλλ' ἃ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ ἀπόστολοι κυροῦν, ταῦτα αὐτὸς πρὸ τῆς διακρίσεως ἄνωθεν ἔσχεν ἀκίνητα παρ' ἑαυτῷ. Καὶ ταῦτα ὁ Λουκᾶς δηλῶν, ἔλεγεν, ὅτι πολὺν καὶ μακρὸν λόγον ὑπὲρ τούτων ἀπέτεινε πρὸς αὐτοὺς ὁ Παῦλος καὶ πρὶν εἰς Ἱεροσόλυμα ἐλθεῖν. Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ περὶ ἐκείνων μαθεῖν, ἀνῆλθεν ὑπὲρ ἐκείνων, οὐχ ὑπὲρ ἑαυτοῦ. Εἰ δὲ λέγει, Οὐκ ἀνῆλθον, ἔστι κἀκεῖνο εἰπεῖν, ὅτι οὔτε ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ μαθεῖν ἀνῆλθε. Καὶ γὰρ καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται, λέγων· Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Οὐκ εἶπεν ἁπλῶς, Οὐ προσανεθέμην, ἀλλ', Εὐθέως. Εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν. Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν. Ὅρα ζέουσαν ψυχήν· τοὺς τόπους ἐσπούδαζε καταλαμβάνειν τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ' ἀγριώτερον ἔτι διακειμένους. Εἰ γὰρ μετὰ τῶν ἀποστόλων ἀνέμενεν, οὐδὲν ἔχων μανθάνειν, τὸ κήρυγμα ἂν ἐνεποδίσθη· ἔδει γὰρ αὐτοὺς πανταχοῦ τὸν λόγον διαδοῦναι. Διὰ τοῦτο ὁ μακάριος οὗτος, καὶ ζέων τῷ πνεύματι, τῆς διδασκαλίας εὐθέως ἥπτετο ἀνθρώπων βαρβάρων καὶ ἀγρίων, βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον.